Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΨΑΛΜΟΙ - ΨΑΛΜΟΙ 77

ΨΑΛΜΟΙ 77:9-20

Help us?
Click on verse(s) to share them!
9Υἱοὶ Ἐφραὶμ ἐντεινοντες καὶ βάλλοντες τόξον, ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου.
10Οὐκ ἐφύλαξαν τὴν διαθήκην τοῦ Θεοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἤθελον πορεύεσθαι.
11Καὶ ἐπελάθοντο τῶν εὐεργεσιῶν αὐτοῦ καὶ τῶν θαυμασίων αὐτοῦ, ὧν ἔδειξεν αὐτοῖς·
12ἐναντίον τῶν πατέρων αὐτῶν ἃ ἐποίησε θαυμάσια, ἐν γῇ Αἰγύπτῳ, ἐν πεδίῳ Τάνεως.
13Διέῤῥηξε θάλασσαν, καὶ διήγαγεν αὐτοὺς· ἔστησεν ὕδατα ὡσεὶ ἀσκόν.
14Καὶ ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας, καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός.
15Διέῤῥηξε πέτραν ἐν ἐρήμῳ, καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ.
16Καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας, καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα.
17Καὶ προσέθεντο ἔτι τοῦ ἁμαρτάνειν αὐτῷ· παρεπικραναν τὸν ὕψιστον ἐν ἀνύδρῳ,
18καὶ ἐξεπείρασαν τὸν Θεὸν ἐν ταῖς καρδίαις αὐτῶν, τοῦ αἰτῆσαι βρώματα ταῖς ψυχαῖς αὐτῶν.
19Καὶ κατελάλησαν τοῦ Θεοῦ, καὶ εἶπαν, μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ;
20Ἐπεὶ ἐπάταξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα, καὶ χείμαῤῥοι κατεκλύσθησαν· μὴ καὶ ἄρτον δυνήσεται δοῦναι; ἢ ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὐτοῦ;

Read ΨΑΛΜΟΙ 77ΨΑΛΜΟΙ 77
Compare ΨΑΛΜΟΙ 77:9-20ΨΑΛΜΟΙ 77:9-20