Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΨΑΛΜΟΙ - ΨΑΛΜΟΙ 34

ΨΑΛΜΟΙ 34:8-22

Help us?
Click on verse(s) to share them!
8Ἐλθέτω αὐτοῖς παγὶς ἣν οὐ γινώσκουσι, καὶ ἡ θήρα ἣν ἔκρυψαν, συλλαβέτω αὐτοὺς, καὶ ἐν τῇ παγίδι πεσοῦνται ἐν αὐτῇ.
9Ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ Κυρίῳ, τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ.
10Πάντα τὰ ὀστᾶ μου ἐροῦσι, Κύριε τίς ὅμοιός σοι; ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ, καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν.
11Ἀναστάντες μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον, ἐπηρώτων με.
12Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ καλῶν, καὶ ἀτεκνίαν τῇ ψυχῇ μου.
13Ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι, ἐνεδυόμην σάκκον· καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται.
14Ὡς πλησίον ὡς ἀδελφὸν ἡμέτερον οὕτως εὐηρέστουν, ὡς πενθῶν καὶ σκυθρωπάξων οὕτως ἐταπεινούμην.
15Καὶ κατʼ ἐμοῦ εὐφράνθησαν, καὶ συνήχθησαν, συνήχθησαν ἐπʼ ἐμὲ μάστιγες καὶ οὐκ ἔγνων· διεσχίσθησαν καὶ οὐ κατενύγησαν.
16Ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμὸν, ἔβρυξαν ἐπʼ ἐμὲ τοὺς ὀδόντας αὐτῶν.
17Κύριε πότε ἐπόψῃ; ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν, ἀπὸ λεόντων τὴν μονογενῆ μου.
18Ἐξομολογήσομαί σοι καὶ ἐν ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε.
19Μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ματαίως, οἱ μισοῦντές με δωρεὰν, καὶ διανεύοντες ὀφθαλμοῖς.
20Ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν, καὶ ἐπʼ ὀργῇ δόλους διελογίζοντο.
21Καὶ ἐπλάτυναν ἐπʼ ἐμὲ τὸ στόμα αὐτῶν, εἶπαν, εὖγε, εὖγε, εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν.
22Εἶδες Κύριε, μὴ παρασιωπήσῃς, Κύριε μὴ ἀποστῇς ἀπʼ ἐμοῦ.

Read ΨΑΛΜΟΙ 34ΨΑΛΜΟΙ 34
Compare ΨΑΛΜΟΙ 34:8-22ΨΑΛΜΟΙ 34:8-22