Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΨΑΛΜΟΙ - ΨΑΛΜΟΙ 29

ΨΑΛΜΟΙ 29:3-10

Help us?
Click on verse(s) to share them!
3Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω με·
4Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.
5Ψάλατε τῷ Κυρίῳ οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ.
6Ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ· τοεσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τοπρωῒ ἀγαλλίασις.
7Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου, οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα.
8Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν· ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος.
9Πρὸς σὲ Κύριε κεκράξομαι, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι.
10Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; μὴ ἐξομολογήσεταί σοι χοῦς; ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου;

Read ΨΑΛΜΟΙ 29ΨΑΛΜΟΙ 29
Compare ΨΑΛΜΟΙ 29:3-10ΨΑΛΜΟΙ 29:3-10