Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΨΑΛΜΟΙ - ΨΑΛΜΟΙ 17

ΨΑΛΜΟΙ 17:4-10

Help us?
Click on verse(s) to share them!
4Αἰνῶν ἐπικαλέσομαι Κύριον, καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι.
5Περιέσχον με ὠδῖνες θανάτου, καὶ χείμαῤῥοι ἀνομίας ἐξετάραξάν με.
6Ὠδῖνες ᾅδου περιεκύκλωσάν με, προέφθασάν με παγίδες θανάτου.
7Καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν Κύριον, καὶ πρὸς τὸν Θεόν μου ἐκέκραξα· ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου. καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ.
8Καὶ ἐσαλεύθη, καὶ ἔντρόμος ἐγενήθη ἡ γῆ, καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν, καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ Θεός.
9Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ κατεφλόγισεν, ἄνθρακες ἀνήφθησαν ἀπʼ αὐτοῦ.
10Καὶ ἔκλινεν οὐρανὸν καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ.

Read ΨΑΛΜΟΙ 17ΨΑΛΜΟΙ 17
Compare ΨΑΛΜΟΙ 17:4-10ΨΑΛΜΟΙ 17:4-10