Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΨΑΛΜΟΙ - ΨΑΛΜΟΙ 138

ΨΑΛΜΟΙ 138:2-8

Help us?
Click on verse(s) to share them!
2Σὺ ἔγνως τὴν καθέδραν μου, καὶ τὴν ἔγερσίν μου· σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν.
3Τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἑξιχνίασας· καὶ πάσας τὰς ὁδούς μου προεῖδες,
4ὅτι οὐκ ἔστι λόγος ἄδικος ἐν γλώσσῃ μου· ἰδοὺ Κύριε, σὺ ἔγνως πάντα
5τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα· σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπʼ ἐμὲ τὴν χεῖρά σου.
6Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν.
7Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;
8Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει.

Read ΨΑΛΜΟΙ 138ΨΑΛΜΟΙ 138
Compare ΨΑΛΜΟΙ 138:2-8ΨΑΛΜΟΙ 138:2-8