Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ - ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 7

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 7:8-14

Help us?
Click on verse(s) to share them!
8Ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς, κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν. Χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά.
9Ἐγὼ δὲ ἔζων, χωρὶς νόμου, ποτέ· ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον.
10Καί, εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωήν, αὕτη εἰς θάνατον.
11Ἡ γὰρ ἁμαρτία, ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς, ἐξηπάτησέν με, καὶ δι᾿ αὐτῆς ἀπέκτεινεν.
12Ὥστε, ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή.
13Τὸ οὖν ἀγαθὸν ἐμοὶ γέγονεν θάνατος; Μὴ γένοιτο· ἀλλὰ ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτίᾳ, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον, ἵνα γένηται καθ᾿ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς.
14Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν, ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν

Read ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 7ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 7
Compare ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 7:8-14ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 7:8-14