Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ - ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 7

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 7:16-22

Help us?
Click on verse(s) to share them!
16Εἰ δὲ ὃ οὐ θέλω τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλός.
17Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ᾿ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.
18Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τοῦτ᾿ ἔστιν, ἐν τῇ σαρκί μου, ἀγαθόν· τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὐχ εὑρίσκω.
19Οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν· ἀλλ᾿ ὃ οὐ θέλω κακὸν τοῦτο πράσσω.
20Εἰ δὲ ὃ οὐ θέλω ἐγὼ τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ᾿ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.
21Εὑρίσκω ἄρα τὸν νόμον, τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλόν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται.
22Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον,

Read ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 7ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 7
Compare ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 7:16-22ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 7:16-22