Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ - ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:8-11

Help us?
Click on verse(s) to share them!
8Μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τὸ ἀγαπᾶν ἀλλήλους, ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν.
9Τὸ γάρ—«Οὐ μοιχεύσεις,» «Οὐ φονεύσεις,» «Οὐ κλέψεις,» «Οὐ ψευδομαρτυρήσεις,» «Οὐκ ἐπιθυμήσεις,» καὶ εἴ τις ἑτέρα ἐντολή—ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται, ἐν τῷ· «Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.»
10Ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἡ ἀγάπη.
11Καὶ τοῦτο, εἰδότες τὸν καιρόν, ὅτι ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι, νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν.

Read ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13
Compare ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:8-11ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:8-11