Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΠΡΑΞΕΙΣ - ΠΡΑΞΕΙΣ 17

ΠΡΑΞΕΙΣ 17:24-33

Help us?
Click on verse(s) to share them!
24ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ⸂ὑπάρχων κύριος⸃ οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ
25οὐδὲ ὑπὸ χειρῶν ⸀ἀνθρωπίνων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν ⸂καὶ τὰ⸃ πάντα·
26ἐποίησέν τε ἐξ ⸀ἑνὸς πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ ⸂παντὸς προσώπου⸃ τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν,
27ζητεῖν τὸν ⸀θεὸν εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα.
28ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθ’ ὑμᾶς ποιητῶν εἰρήκασιν· Τοῦ γὰρ καὶ γένος ἐσμέν.
29γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον.
30τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεὸς τὰ νῦν ⸀παραγγέλλει τοῖς ἀνθρώποις ⸀πάντας πανταχοῦ μετανοεῖν,
31⸀καθότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ ἐν ἀνδρὶ ᾧ ὥρισεν, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.
32Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν οἱ μὲν ἐχλεύαζον οἱ δὲ εἶπαν Ἀκουσόμεθά σου ⸂περὶ τούτου καὶ πάλιν⸃.
33⸀οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν·

Read ΠΡΑΞΕΙΣ 17ΠΡΑΞΕΙΣ 17
Compare ΠΡΑΞΕΙΣ 17:24-33ΠΡΑΞΕΙΣ 17:24-33