Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ - ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 12

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 12:8-13

Help us?
Click on verse(s) to share them!
8Εἶπέ τε ὁ ἄγγελος πρὸς αὐτόν, Περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Ἐποίησε δὲ οὕτω. Καὶ λέγει αὐτῷ, Περιβαλοῦ τὸ ἱμάτιόν σου, καὶ ἀκολούθει μοι.
9Καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ· καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν.
10Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν, τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς· καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ᾿ αὐτοῦ.
11Καὶ ὁ Πέτρος, γενόμενος ἐν ἑαυτῷ, εἶπε, Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.
12Συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν Μαρίας τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι.
13Κρούσαντος δὲ τοῦ Πέτρου τὴν θύραν τοῦ πυλῶνος, προσῆλθε παιδίσκη ὑπακοῦσαι, ὀνόματι Ῥόδη.

Read ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 12ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 12
Compare ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 12:8-13ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 12:8-13