Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΠΑΡΟΙΜΙΑΙ - ΠΑΡΟΙΜΙΑΙ 8

ΠΑΡΟΙΜΙΑΙ 8:13-22

Help us?
Click on verse(s) to share them!
13Φόβος Κυρίου μισεῖ ἀδικίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν· μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν.
14Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς.
15Διʼ ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσιν δικαιοσύνην.
16Διʼ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι διʼ ἐμοῦ κρατοῦσι γῆς.
17Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσιν.
18Πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει, καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη.
19Βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον, τὰ δὲ ἐμὰ γεννήματα κρείσσω ἀργυρίου ἐκλεκτοῦ.
20Ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ, καὶ ἀναμέσον τρίβων δικαιώματος ἀναστρέφομαι·
21ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν·
21aἐὰν ἀναγγείλω ὑμῖν τὰ καθʼ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι.
22Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,

Read ΠΑΡΟΙΜΙΑΙ 8ΠΑΡΟΙΜΙΑΙ 8
Compare ΠΑΡΟΙΜΙΑΙ 8:13-22ΠΑΡΟΙΜΙΑΙ 8:13-22