Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΠΑΡΟΙΜΙΑΙ - ΠΑΡΟΙΜΙΑΙ 2

ΠΑΡΟΙΜΙΑΙ 2:7-20

Help us?
Click on verse(s) to share them!
7Καὶ θησαυρίζει τοῖς κατορθοῦσι σωτηρίαν, ὑπερασπιεῖ τὴν πορείαν αὐτῶν,
8τοῦ φυλάξαι ὁδοὺς δικαιωμάτων, καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει.
9Τότε συνήσεις δικαιοσύνην καὶ κρίμα, καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς.
10Ἐὰν γὰρ ἔλθῃ ἡ σοφία εἰς σὴν διάνοιαν, ἡ δὲ αἴσθησις τῇ σῇ ψυχῇ καλὴ εἶναι δόξῃ,
11βουλὴ καλὴ φυλάξει σε, ἔννοια δὲ ὁσία τηρήσει σε·
12Ἵνα ῥύσηταί σε ἀπὸ ὁδοῦ κακῆς, καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν πιστόν.
13Ὦ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους·
14Οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῇ·
15Ὧν αἱ τρίβοι σκολιαὶ, καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν,
16τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας, καὶ ἀλλότριον τῆς δικαίας γνώμης· υἱὲ, μή σε καταλάβῃ κακὴ βουλή·
17Ἡ ἀπολιποῦσα διδασκαλίαν νεότητος, καὶ διαθήκην θείαν ἐπιλελησμένη.
18Ἔθετο γὰρ παρὰ τῷ θανάτῳ τὸν οἶκον αὐτῆς, καὶ παρὰ τῷ ᾅδῃ μετὰ τῶν γηγενῶν τοὺς ἄξονας αὐτῆς.
19Πάντες οἱ πορευόμενοι ἐν αὐτῇ οὐκ ἀναστρέψουσιν, οὐδὲ μὴ καταλάβωσι τρίβους εὐθείας· οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς.
20Εἰ γὰρ ἐπορεύοντο τρίβους ἀγαθὰς, εὕροσαν ἂν τρίβους δικαιοσύνης λείας.

Read ΠΑΡΟΙΜΙΑΙ 2ΠΑΡΟΙΜΙΑΙ 2
Compare ΠΑΡΟΙΜΙΑΙ 2:7-20ΠΑΡΟΙΜΙΑΙ 2:7-20