Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΠΑΡΟΙΜΙΑΙ - ΠΑΡΟΙΜΙΑΙ 27

ΠΑΡΟΙΜΙΑΙ 27:2-8

Help us?
Click on verse(s) to share them!
2Ἐγκωμιαζέτω σε ὁ πέλας καὶ μὴ τὸ σὸν στόμα, ἀλλότριος καὶ μὴ τὰ σὰ χείλη.
3Βαρὺ λίθος καὶ δυσβάστακτον ἄμμος, ὀργὴ δὲ ἄφρονος βαρυτέρα ἀμφοτέρων.
4Ἀνελεήμων θυμὸς καὶ ὀξεῖα ὀργὴ, ἀλλʼ οὐδὲν ὑφίσταται ζῆλος.
5Κρείσσους ἔλεγχοι ἀποκεκαλυμμένοι κρυπτομένης φιλίας.
6Ἀξιοπιστότερά ἐστι τραύματα φίλου, ἢ ἑκούσια φιλήματα ἐχθροῦ.
7Ψυχὴ ἐν πλησμονῇ οὖσα κηρίοις ἐμπαίζει, ψυχῇ δὲ ἐνδεεῖ καὶ τὰ πικρὰ γλυκέα φαίνεται.
8Ὥσπερ ὅταν ὄρνεον καταπετασθῇ ἐκ τῆς ἰδίας νοσσιᾶς, οὕτως ἄνθρωπος δουλοῦται ὅταν ἀποξενωθῇ ἐκ τῶν ἰδίων τόπων.

Read ΠΑΡΟΙΜΙΑΙ 27ΠΑΡΟΙΜΙΑΙ 27
Compare ΠΑΡΟΙΜΙΑΙ 27:2-8ΠΑΡΟΙΜΙΑΙ 27:2-8