Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΠΑΡΟΙΜΙΑΙ - ΠΑΡΟΙΜΙΑΙ 26

ΠΑΡΟΙΜΙΑΙ 26:9-25

Help us?
Click on verse(s) to share them!
9Ἄκανθαι φύονται ἐν χειρὶ μεθύσου, δουλεία δὲ ἐν χειρὶ τῶν ἀφρόνων.
10Πολλὰ χειμάζεται πᾶσα σὰρξ ἀφρόνων, συντρίβεται γὰρ ἡ ἔκστασις αὐτῶν.
11Ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἑαυτοῦ ἔμετον καὶ μισητὸς γένηται, οὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν·
11aἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἐστιν αἰσχύνη δόξα καὶ χάρις.
12Εἶδον ἄνδρα δόξαντα παρʼ αὐτῷ σοφὸν εἶναι, ἐλπίδα μέντοι ἔσχε μᾶλλον ἄφρων αὐτοῦ.
13Λέγει ὀκνηρὸς ἀποστελλόμενος εἰς ὁδὸν, λέων ἐν ταῖς ἐν δὲ ταῖς πλατείαις φονευταί.
14Ὥσπερ θύρα στρέφεται ἐπὶ τοῦ στρόφιγγος, οὕτως ὀκνηρὸς ἐπὶ τῆς κλίνης αὐτοῦ.
15Κρύψας ὀκνηρὸς τὴν χεῖρα ἐν τῷ κόλπῳ αὐτοῦ, οὐ δυνήσεται ἐπενεγκεῖν ἐπὶ στόμα.
16Σοφώτερος ἑαυτῷ ὀκνηρὸς φαίνεται, τοῦ ἐν πλησμονῇ ἀποκομίζοντος ἀγγελίαν.
17Ὥσπερ ὁ κρατῶν κέρκου κυνὸς, οὕτως ὁ προεστὼς ἀλλοτρίας κρίσεως.
18Ὥσπερ οἱ ἰώμενοι προβάλλουσι λόγους εἰς ἀνθρώπους, ὁ δὲ ἀπαντήσας τῷ λόγῳ πρῶτος ὑποσκελισθήσεται·
19Οὕτως πάντες οἱ ἐνεδρεύοντες τοὺς ἑαυτῶν φίλους, ὅταν δὲ ὁραθῶσι, λέγουσιν, ὅτι παίζων ἔπραξα.
20Ἐν πολλοῖς ξύλοις θάλλει πῦρ, ὅπου δὲ οὐκ ἔστι δίθυμος, ἡσυχάζει μάχη.
21Ἐσχάρα ἄνθραξι καὶ ξύλα πυρὶ, ἀνὴρ δὲ λοίδορος εἰς ταραχὴν μάχης.
22Λόγοι κερκώπων μαλακοὶ, οὗτοι δὲ τύπτουσιν εἰς ταμιεῖα σπλάγχνων.
23Ἀργύριον διδόμενον μετὰ δόλου, ὥσπερ ὄστρακον ἡγητέον· χείλη λεῖα καρδίαν καλύπτει λυπηράν.
24Χείλεσι πάντα ἐπινεύει ἀποκλαιόμενος ἐχθρὸς, ἐν δὲ τῇ καρδίᾳ τεκταίνεται δόλους.
25Ἐάν σου δέηται ὁ ἐχθρὸς μεγάλῃ τῇ φωνῇ, μὴ πεισθῇς, ἑπτὰ γάρ πονηρίαι ἐν τῇ ψυχῇ αὐτοῦ.

Read ΠΑΡΟΙΜΙΑΙ 26ΠΑΡΟΙΜΙΑΙ 26
Compare ΠΑΡΟΙΜΙΑΙ 26:9-25ΠΑΡΟΙΜΙΑΙ 26:9-25