Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΠΑΡΟΙΜΙΑΙ - ΠΑΡΟΙΜΙΑΙ 26

ΠΑΡΟΙΜΙΑΙ 26:18-27

Help us?
Click on verse(s) to share them!
18Ὥσπερ οἱ ἰώμενοι προβάλλουσι λόγους εἰς ἀνθρώπους, ὁ δὲ ἀπαντήσας τῷ λόγῳ πρῶτος ὑποσκελισθήσεται·
19Οὕτως πάντες οἱ ἐνεδρεύοντες τοὺς ἑαυτῶν φίλους, ὅταν δὲ ὁραθῶσι, λέγουσιν, ὅτι παίζων ἔπραξα.
20Ἐν πολλοῖς ξύλοις θάλλει πῦρ, ὅπου δὲ οὐκ ἔστι δίθυμος, ἡσυχάζει μάχη.
21Ἐσχάρα ἄνθραξι καὶ ξύλα πυρὶ, ἀνὴρ δὲ λοίδορος εἰς ταραχὴν μάχης.
22Λόγοι κερκώπων μαλακοὶ, οὗτοι δὲ τύπτουσιν εἰς ταμιεῖα σπλάγχνων.
23Ἀργύριον διδόμενον μετὰ δόλου, ὥσπερ ὄστρακον ἡγητέον· χείλη λεῖα καρδίαν καλύπτει λυπηράν.
24Χείλεσι πάντα ἐπινεύει ἀποκλαιόμενος ἐχθρὸς, ἐν δὲ τῇ καρδίᾳ τεκταίνεται δόλους.
25Ἐάν σου δέηται ὁ ἐχθρὸς μεγάλῃ τῇ φωνῇ, μὴ πεισθῇς, ἑπτὰ γάρ πονηρίαι ἐν τῇ ψυχῇ αὐτοῦ.
26Ὁ κρύπτων ἔχθραν συνίστησι δόλον, ἐκκαλύπτει δὲ τὰς ἑαυτοῦ ἁμαρτίας εὔγνωστος ἐν συνεδρίοις.
27Ὁ ὀρύσσων βόθρον τῷ πλησίον, ἐμπεσεῖται εἰς αὐτόν· ὁ δὲ κυλίων λίθον, ἐφʼ ἑαυτὸν κυλίει.

Read ΠΑΡΟΙΜΙΑΙ 26ΠΑΡΟΙΜΙΑΙ 26
Compare ΠΑΡΟΙΜΙΑΙ 26:18-27ΠΑΡΟΙΜΙΑΙ 26:18-27