Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΠΑΡΟΙΜΙΑΙ - ΠΑΡΟΙΜΙΑΙ 23

ΠΑΡΟΙΜΙΑΙ 23:2-21

Help us?
Click on verse(s) to share them!
2Καὶ ἐπίβαλλε τὴν χεῖρά σου, εἰδὼς ὅτι τοιαῦτά σε δεῖ παρασκευάσαι· εἰ δὲ ἀπληστότερος εἶ,
3μὴ ἐπιθύμει τῶν ἐδεσμάτων αὐτοῦ, ταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦς.
4Μὴ παρεκτείνου πένης ὢν πλουσίῳ, τῇ δὲ σῇ ἐννοίᾳ ἀπόσχου.
5Ἐὰν ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτὸν, οὐδαμοῦ φανεῖται· κατεσκεύασται γὰρ αὐτῷ πτέρυγες ὥσπερ ἀετοῦ, καὶ ὑποστρέφει εἰς τὸν οἶκον τοῦ προεστηκότος αὐτοῦ.
6Μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ, μηδὲ ἐπιθύμει τῶν βρωμάτων αὐτοῦ,
7ὃν τρόπον γὰρ εἴ τις καταπίοι τρίχα, οὕτως ἐσθίει καὶ πίνει· μηδὲ πρὸς σὲ εἰσαγάγῃς αὐτὸν, καὶ φάγῃς τὸν ψωμόν σου μετʼ αὐτοῦ,
8ἐξεμέσει γὰρ αὐτὸν, καὶ λυμανεῖται τοὺς λόγους σου τοὺς καλούς.
9Εἰς ὦτα ἄφρονος μηδὲν λέγε, μήποτε μυκτηρίσῃ τοὺς συνετοὺς λόγους σου.
10Μὴ μεταθῇς ὅρια αἰώνια, εἰς δὲ κτῆμα ὀρφανῶν μὴ εἰσέλθῃς·
11Ὁ γὰρ λυτρούμενος αὐτοὺς Κύριος, κραταιός ἐστι, καὶ κρινεῖ τὴν κρίσιν αὐτῶν μετὰ σοῦ.
12Δὸς εἰς παιδείαν τὴν καρδίαν σου, τὰ δὲ ὦτά σου ἑτοίμασον λόγοις αἰσθήσεως.
13Μὴ ἀπόσχῃ νήπιον παιδεύειν, ὅτι ἐὰν πατάξῃς αὐτὸν ῥάβδῳ, οὐ μὴ ἀποθάνῃ.
14Συ μὲν γὰρ πατάξεις αὐτὸν ῥάβδῳ, τὴν δὲ ψυχὴν αὐτοῦ ἐκ θανάτου ῥύσῃ.
15Υἱὲ, ἐὰν σοφὴ γένηταί σου ἡ καρδία, εὐφρανεῖς καὶ τὴν ἐμὴν καρδίαν,
16καὶ ἐνδιατρίψει λόγοις τὰ σὰ χείλη πρὸς τὰ ἐμὰ χείλη ἐὰν ὀρθὰ ὦσι.
17Μὴ ζηλούτω ἡ καρδία σου ἁμαρτωλοὺς, ἀλλὰ ἐν φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν.
18Ἐὰν γὰρ τηρήσῃς αὐτὰ, ἔσται σοι ἔκγονα, ἡ δὲ ἐλπίς σου οὐκ ἀποστήσεται.
19Ἄκουε υἱὲ, καὶ σοφὸς γίνου, καὶ κατεύθυνε ἐννοίας σῆς καρδίας.
20Μὴ ἴσθι οἰνοπότης, μηδὲ ἐκτείνου συμβολαῖς, κρεῶν τε ἀγορασμοῖς.
21Πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει, καὶ ἐνδύσεται διεῤῥηγμένα καὶ ῥακώδη πᾶς ὑπνώδης.

Read ΠΑΡΟΙΜΙΑΙ 23ΠΑΡΟΙΜΙΑΙ 23
Compare ΠΑΡΟΙΜΙΑΙ 23:2-21ΠΑΡΟΙΜΙΑΙ 23:2-21