Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΠΑΡΟΙΜΙΑΙ - ΠΑΡΟΙΜΙΑΙ 22

ΠΑΡΟΙΜΙΑΙ 22:7-19

Help us?
Click on verse(s) to share them!
7Πλούσιοι πτωχῶν ἄρξουσι, καὶ οἰκέται ἰδίοις δεσπόταις δανειοῦσιν.
8Ὁ σπείρων φαῦλα θερίσει κακὰ, πληγὴν δὲ ἔργων αὐτοῦ συντελέσει·
8aἄνδρα ἱλαρὸν καὶ δότην εὐλογεῖ ὁ Θεὸς, ματαιότητα δὲ ἔργων αὐτοῦ συντελέσει.
9Ὁ ἐλεῶν πτωχὸν αὐτὸς διατραφήσεται, τῶν γὰρ ἑαυτοῦ ἄρτων ἔδωκε τῷ πτωχῷ·
9aνίκην καὶ τιμὴν περιποιεῖται ὁ δῶρα δοὺς, τὴν μέντοι ψυχὴν ἀφαιρεῖται τῶν κεκτημένων.
10Ἔκβαλε ἐκ συνεδρίου λοιμὸν, καὶ συνεξελεύσεται αὐτῷ νεῖκος, ὅταν γὰρ καθίσῃ ἐν συνεδρίῳ πάντας ἀτιμάζει.
11Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι· χείλεσι ποιμαίνει βασιλεύς.
12Οἱ δὲ ὀφθαλμοὶ Κυρίου διατηροῦσιν αἴσθησιν, φαυλίζει δὲ λόγους παράνομος.
13Προφασίζεται, καὶ λέγει ὀκνηρὸς, λέων ἐν ταῖς ὁδοῖς, ἐν δὲ ταῖς πλατείαις φονευταί.
14Βόθρος βαθὺς στόμα παρανόμου, ὁ δὲ μισηθεὶς ὑπὸ Κυρίου ἐμπεσεῖται εἰς αὐτόν.
14aεἰσὶν ὁδοὶ κακαὶ ἐνώπιον ἀνδρὸς, καὶ οὐκ ἀγαπᾷ τοῦ ἀποστρέψαι ἀπʼ αὐτῶν, ἀποστρέφειν δὲ δεῖ ἀπὸ ὁδοῦ σκολιᾶς καὶ κακῆς.
15Ἄνοια ἐξῆπται καρδίας νέου, ῥάβδος δὲ καὶ παιδεία μακρὰν ἀπʼ αὐτοῦ.
16Ὁ συκοφαντῶν πένητα, πολλὰ ποιεῖ τὰ ἑαυτοῦ, δίδωσι δὲ πλουσίῳ ἐπʼ ἐλάσσονι.
17Λόγοις σοφῶν παράβαλλε σὸν οὖς, καὶ ἄκουε ἐμὸν λόγον, τὴν δὲ σὴν καρδίαν ἐπίστησον, ἵνα γνῷς ὅτι καλοί εἰσι·
18καὶ ἐὰν ἐμβάλῃς αὐτοὺς εἰς τὴν καρδίαν σου, εὐφρανοῦσί σε ἅμα ἐπὶ σοῖς χείλεσιν·
19Ἵνα σου γένηται ἐπὶ Κύριον ἡ ἐλπὶς, καὶ γνωρίσῃ σοι τὴν ὁδόν σου.

Read ΠΑΡΟΙΜΙΑΙ 22ΠΑΡΟΙΜΙΑΙ 22
Compare ΠΑΡΟΙΜΙΑΙ 22:7-19ΠΑΡΟΙΜΙΑΙ 22:7-19