Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΠΑΡΟΙΜΙΑΙ - ΠΑΡΟΙΜΙΑΙ 20

ΠΑΡΟΙΜΙΑΙ 20:4-9c

Help us?
Click on verse(s) to share them!
4Ὀνειδιζόμενος ὀκνηρὸς οὐκ αἰσχύνεται, ὡσαύτως καὶ ὁ δανειζόμενος σῖτον ἐν ἀμητῷ.
5Ὕδωρ βαθὺ βουλὴ ἐν καρδίᾳ ἀνδρὸς, ἀνὴρ δὲ φρόνιμος ἐξαντλήσει αὐτήν.
6Μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων, ἄνδρα δὲ πιστὸν ἔργον εὑρεῖν.
7Ὃς ἀναστρέφεται ἄμωμος ἐν δικαιοσύνῃ, μακαρίους τοὺς παῖδας αὐτοῦ καταλείψει.
8Ὅταν βασιλεὺς δίκαιος καθίσῃ ἐπὶ θρόνου, οὐκ ἐναντιοῦται ἐν ὀφθαλμοῖς αὐτοῦ πᾶν πονηρόν.
9Τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν;
9aΚακολογοῦντος πατέρα ἢ μητέρα σβεσθήσεται λαμπτὴρ, αἱ δὲ κόραι τῶν ὀφθαλμῶν αὐτοῦ ὄψονται σκότος.
9bΜερὶς ἐπισπουδαζομένη ἐν πρώτοις, ἐν τοῖς τελευταίοις οὐκ εὐλογηθήσεται.
9cΜὴ εἴπῃς, τίσομαι τὸν ἐχθρὸν, ἀλλʼ ὑπόμεινον τὸν Κύριον, ἵνα σοι βοηθήσῃ.

Read ΠΑΡΟΙΜΙΑΙ 20ΠΑΡΟΙΜΙΑΙ 20
Compare ΠΑΡΟΙΜΙΑΙ 20:4-9cΠΑΡΟΙΜΙΑΙ 20:4-9c