Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΠΑΡΟΙΜΙΑΙ - ΠΑΡΟΙΜΙΑΙ 1

ΠΑΡΟΙΜΙΑΙ 1:8-14

Help us?
Click on verse(s) to share them!
8Ἄκουε υἱὲ παιδείαν πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου.
9Στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ, καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ.
10Υἱὲ μή σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς, μηδὲ βουληθῇς.
11Ἐὰν παρακαλέσωσί σε, λέγοντες, ἐλθὲ μεθʼ ἡμῶν, κοινώνησον αἵματος, κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως,
12καταπίωμεν δὲ αὐτὸν ὥσπερ ᾅδης ζῶντα, καὶ ἄρωμεν αὐτοῦ τὴν μνήμην ἐκ γῆς,
13τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλαβώμεθα, πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων·
14Τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν, κοινὸν δὲ βαλάντιον κτησώμεθα πάντες, καὶ μαρσίππιον ἓν γενηθήτω ἡμῖν·

Read ΠΑΡΟΙΜΙΑΙ 1ΠΑΡΟΙΜΙΑΙ 1
Compare ΠΑΡΟΙΜΙΑΙ 1:8-14ΠΑΡΟΙΜΙΑΙ 1:8-14