20Φίλοι μισήσουσι φίλους πτωχούς, φίλοι δὲ πλουσίων πολλοί.
21Ὁ ἀτιμάζων πένητας ἁμαρτάνει, ἐλεῶν δὲ πτωχοὺς μακαριστός.
22Πλανώμενοι τεκταίνουσι κακά, ἔλεον δὲ καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί· οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακῶν, ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαθοῖς.
23Ἐν παντὶ μεριμνῶντι ἔνεστι περισσόν, ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδείᾳ ἔσται.
24Στέφανος σοφῶν πανοῦργος, ἡ δὲ διατριβὴ ἀφρόνων κακή.
25Ῥύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστὸς, ἐκκαίει δὲ ψευδῆ δόλιος.