Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΠΑΡΟΙΜΙΑΙ - ΠΑΡΟΙΜΙΑΙ 14

ΠΑΡΟΙΜΙΑΙ 14:2-19

Help us?
Click on verse(s) to share them!
2Ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν Κύριον, ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται.
3Ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως, χείλη δὲ σοφῶν φυλάσσει αὐτούς.
4Οὗ μή εἰσι βόες, φάτναι καθαραί· οὗ δὲ πολλὰ γεννήματα, φανερὰ βοὸς ἰσχύς.
5Μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψευδῆ μάρτυς ἄδικος.
6Ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής.
7Πάντα ἐναντία ἀνδρὶ ἄφρονι, ὅπλα δὲ αἰσθήσεως χείλη σοφά.
8Σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ.
9Οἰκίαι παρανόμων ὀφειλήσουσι καθαρισμὸν, οἰκίαι δὲ δικαίων δεκταί.
10Καρδία ἀνδρὸς αἰσθητικὴ, λυπηρὰ ψυχὴ αὐτοῦ, ὅταν δὲ εὐφραίνηται οὐκ ἐπιμίγνυται ὕβρει.
11Οἰκίαι ἀσεβῶν ἀφανισθήσονται, σκηναὶ δὲ κατορθούντων στήσονται.
12Ἔστιν ὁδὸς ἣ δοκεῖ παρὰ ἀνθρώποις ὀρθὴ εἶναι, τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾅδου.
13Ἐν εὐφροσύναις οὐ προσμίγνυται λύπη, τελευταῖα δὲ χαρὰ εἰς πένθος ἔρχεται.
14Τῶν ἑαυτοῦ ὁδῶν πλησθήσεται θρασυκάρδιος, ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαθός.
15Ἄκακος πιστεύει παντὶ λόγῳ, πανοῦργος δὲ ἔρχεται εἰς μετάνοιαν.
16Σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ, ὁ δὲ ἄφρων ἑαυτῷ πεποιθὼς μίγνυται ἀνόμῳ.
17Ὀξύθυμος πράσσει μετὰ ἀβουλίας, ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει.
18Μεριοῦνται ἄφρονες κακίαν, οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως.
19Ὀλισθήσουσι κακοὶ ἔναντι ἀγαθῶν, καὶ ἀσεβεῖς θεραπεύσουσι θύρας δικαίων.

Read ΠΑΡΟΙΜΙΑΙ 14ΠΑΡΟΙΜΙΑΙ 14
Compare ΠΑΡΟΙΜΙΑΙ 14:2-19ΠΑΡΟΙΜΙΑΙ 14:2-19