Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΠΑΡΟΙΜΙΑΙ - ΠΑΡΟΙΜΙΑΙ 10

ΠΑΡΟΙΜΙΑΙ 10:2-31

Help us?
Click on verse(s) to share them!
2Οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους, δικαιοσύνη δὲ ῥύσεται ἐκ θανάτου.
3Οὐ λιμοκτονήσει Κύριος ψυχὴν δικαίαν, ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει.
4Πενία ἄνδρα ταπεινοῖ, χεῖρες δὲ ἀνδρείων πλουτίζουσιν·
4aυἱὸς πεπαιδευμένος σοφὸς ἔσται, τῷ δὲ ἄφρονι διακόνῳ χρήσεται.
5Διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων, ἀνεμόφθορος δὲ γίνεται ἐν ἀμητῷ υἱὸς παράνομος.
6Εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου, στόμα δὲ ἀσεβῶν καλύψει πένθος ἄωρον.
7Μνήμη δικαίων μετʼ ἐγκωμίων, ὄνομα δὲ ἀσεβοῦς σβέννυται.
8Σοφὸς καρδίᾳ δέξεται ἐντολὰς, ὁ δὲ ἄστεγος χείλες σκολιάζων ὑποσκελισθήσεται.
9Ὃς πορεύεται ἁπλῶς, πορεύεται πεποιθώς· ὁ δὲ διαστρέφων τὰς ὁδοὺς αὐτοῦ, γνωσθήσεται.
10Ὁ ἐννεύων ὀφθαλμοῖς μετὰ δόλου, συνάγει ἀνδράσι λύπας· ὁ δὲ ἐλέγχων μετὰ παῤῥησίας, εἰρηνοποιεῖ.
11Πηγὴ ζωῆς ἐν χειρὶ δικαίου, στόμα δὲ ἀσεβοῦς καλύψει ἀπώλεια.
12Μῖσος ἐγείρει νεῖκος, πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύπτει φιλία.
13Ὃ ἐκ χειλέων προφέρει σοφίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον.
14Σοφοὶ κρύψουσιν αἴσθησιν, στόμα δὲ προπετοῦς ἐγγίζει συντριβῇ.
15Κτῆσις πλουσίων πόλις ὀχυρὰ, συντριβὴ δὲ ἀσεβῶν πενία.
16Ἔργα δικαίων ζωὴν ποιεῖ, καρποὶ δὲ ἀσεβῶν ἁμαρτίας.
17Ὁδοὺς δικαίας ζωῆς φυλάσσει παιδεία, παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται.
18Καλύπτουσιν ἔχθραν χείλη δίκαια, οἱ δὲ ἐκφέροντες λοιδορίας ἀφρονέστατοί εἰσιν.
19Ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν, φειδόμενος δὲ χειλέων νοήμων ἔσῃ.
20Ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου, καρδία δὲ ἀσεβοῦς ἐκλείψει.
21Χείλη δικαίων ἐπίσταται ὑψηλὰ, οἱ δὲ ἄφρονες ἐν ἐνδείᾳ τελευτῶσιν.
22Εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου, αὕτη πλουτίζει, καὶ οὐ μὴ προστεθῇ αὐτῇ λύπη ἐν καρδίᾳ.
23Ἐν γέλωτι ἄφρων πράσσει κακὰ, ἡ δὲ σοφία ἀνδρὶ τίκτει φρόνησιν.
24Ἐν ἀπωλείᾳ ἀσεβὴς περιφέρεται, ἐπιθυμία δὲ δικαίου δεκτή.
25Παραπορευομένης καταιγίδος ἀφανίζεται ἀσεβὴς, δίκαιος δὲ ἐκκλίνας σώζεται εἰς τὸν αἰῶνα.
26Ὥσπερ ὄμφαξ ὀδοῦσι βλαβερὸν, καὶ καπνὸς ὄμμασιν, οὕτως παρανομία τοῖς χρωμένοις αὐτῇ.
27Φόβος Κυρίου προστίθησιν ἡμέρας, ἔτη δὲ ἀσεβῶν ὀλιγωθήσεται.
28Ἐγχρονίζει δικαίοις εὐφροσύνη, ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται.
29Ὀχύρωμα ὁσίου φόβος Κυρίου, συντριβὴ δὲ τοῖς ἐργαζομένοις κακά.
30Δίκαιος εἰς τὸν αἰῶνα οὐκ ἐνδώσει, ἀσεβεῖς δὲ οὐκ οἰκήσουσι γῆν.
31Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται.

Read ΠΑΡΟΙΜΙΑΙ 10ΠΑΡΟΙΜΙΑΙ 10
Compare ΠΑΡΟΙΜΙΑΙ 10:2-31ΠΑΡΟΙΜΙΑΙ 10:2-31