1Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐν τῷ ὄρει Σινᾷ, λέγων,
2λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, ὅταν εἰσέλθητε εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ ἀναπαύσεται ἡ γῆ, ἣν ἐγὼ δίδωμι ὑμῖν, σάββατα τῷ Κυρίῳ.
3Ἓξ ἔτη σπερεῖς τὸν ἀγρόν σου, καὶ ἓξ ἔτη τεμεῖς τὴν ἄμπελόν σου, καὶ συνάξεις τὸν καρπὸν αὐτῆς.