Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΛΕΥΙΤΙΚΟΝ - ΛΕΥΙΤΙΚΟΝ 17

ΛΕΥΙΤΙΚΟΝ 17:4-8

Help us?
Click on verse(s) to share them!
4καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ, ὥστε ποιῆσαι αὐτὸ εἰς ὁλοκαύτωμα ἢ σωτήριον Κυρίῳ δεκτὸν εἰς ὀσμὴν εὐωδίας· καὶ ὃς ἂν σφάξῃ ἔξω, καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ αὐτὸ, ὥστε προσενέγκαι δῶρον τῷ Κυρίῳ ἀπέναντι τῆς σκηνῆς Κυρίου· καὶ λογισθήσεται τῷ ἀνθρώπῳ ἐκείνῳ αἷμα· αὶμα ἐξέχεεν· ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς.
5Ὅπως ἀναφέρωσιν οἱ υἱοὶ Ἰσραὴλ τὰς θυσίας αὐτῶν, ὅσας ἂν αὐτοὶ σφάξουσιν ἐν τοῖς πεδίοις, καὶ οἴσουσι τῷ Κυρίῳ ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα· καὶ θύσουσι θυσίαν σωτηρίου τῷ Κυρίῳ αὐτά.
6Καὶ προσχεεῖ ὁ ἱερεὺς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ ἀπέναντι Κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἀνοίσει τὸ στέαρ εἰς ὀσμὴν εὐωδίας Κυρίῳ.
7Καὶ οὐ θύσουσιν ἔτι τὰς θυσίας αὐτῶν τοῖς ματαίοις, οἷς αὐτοὶ ἐκπορνεύουσιν ὀπίσω αὐτῶν· νόμιμον αἰώνιον ἔσται ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν.
8Καὶ ἐρεῖς πρὸς αὐτοὺς, ἄνθρωπος ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ, ἢ ἀπὸ τῶν υἱῶν τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν ποιήσῃ ὁλοκαύτωμα ἢ θυσίαν,

Read ΛΕΥΙΤΙΚΟΝ 17ΛΕΥΙΤΙΚΟΝ 17
Compare ΛΕΥΙΤΙΚΟΝ 17:4-8ΛΕΥΙΤΙΚΟΝ 17:4-8