Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΛΕΥΙΤΙΚΟΝ - ΛΕΥΙΤΙΚΟΝ 13

ΛΕΥΙΤΙΚΟΝ 13:38-57

Help us?
Click on verse(s) to share them!
38Καὶ ἀνδρὶ ἢ γυναικὶ ἐὰν γένηται ἐν δέρματι τῆς σαρκὸς αὐτοῦ αὐγάματα αὐγάζοντα λευκανθίζοντα·
39καὶ ὄψεται ὁ ἱερεὺς, καὶ ἰδοὺ ἐν δέρματι τῆς σαρκὸς αὐτοῦ αὐγάσματα αὐγάζοντα λευκαθίζοντα, ἀλφός ἐστιν· ἐξανθεῖ ἐν τῷ δέρματι τῆς σαρκὸς αὐτοῦ, καθαρός ἐστιν.
40Ἐὰν δέ τινι μαδήσῃ ἡ κεφαλὴ αὐτοῦ, φαλακρός ἐστι, καθαρός ἐστιν.
41Ἐὰν δὲ κατὰ πρόσωπον μαδήσῃ ἡ κεφαλὴ αὐτοῦ, ἀναφάλαντός ἐστι, καθαρός ἐστιν.
42Ἐὰν δὲ γένηται ἐν τῷ φαλακρώματι αὐτοῦ ἢ ἐν τῷ ἀναφαλαντώματι αὐτοῦ ἁφὴ λευκὴ ἢ πυῤῥίζουσα, λέπρα ἐστὶν ἐν τῷ φαλακρώματι αὐτοὺ, ἢ ἐν τῷ ἀναφαλαντώματι αὐτοῦ·
43καὶ ὄψεται αὐτὸν ὁ ἱερεύς, καὶ ἰδοὺ ἡ ὄψις τῆς ἁφῆς λευκὴ ἢ πυῤῥίζουσα ἐν τῷ φαλακρώματι αὐτοῦ ἢ ἐν τῷ ἀναφαλαντώματι αὐτοῦ, ὡς ωἶδος λέπρας ἐν δέρματι τῆς σαρκὸς αὐτοῦ·
44Ἄνθρωπος λεπρός ἐστι· μιάνσει μιανεῖ αὐτὸν ὁ ἱερεὺς, ἐν τῇ κεφαλῇ αὐτοῦ ἡ ἁφὴ αὐτοῦ.
45Καὶ ὁ λεπρὸς ἐν ᾧ ἐστιν ἡ ἁφὴ, τὰ ἱμάτια αὐτοῦ ἔστω παραλελυμένα, καὶ ἡ κεφαλὴ αὐτοῦ ἀκάλυπτος, καὶ περὶ τὸ στόμα αὐτοῦ περιβαλέσθω, καὶ ἀκάθαρτος κεκλήσεται.
46Πάσας τὰς ἡμέρας, ὅσας ἐὰν ᾖ ἐπʼ αὐτὸν ἡ ἁφὴ, ἀκάθαρτος ὢν ἀκάθαρτος ἔσται· κεχωρισμένος καθήσεται, ἔξω τῆς παρεμβολῆς αὐτοῦ ἔσται ἡ διατριβή.
47Καὶ ἱματίῳ ἐὰν γένηται ἁφὴ ἐν αὐτῷ λέπρας, ἐν ἱματίῳ ἐρέῳ, ἢ ἐν ἱματίῳ στυππυίνῳ,
48ἢ ἐν στήμονι, ἢ ἐν κρόκῃ, ἢ ἐν τοῖς λινοῖς, ἢ ἐν τοῖς ἐρέοις, ἢ ἐν δέρματι, ἢ ἐν παντὶ ἐργασίμῳ δέρματι,
49καὶ γένηται ἡ ἁφὴ χλωρίζουσα ἢ πυῤῥίζουσα ἐν τῷ δέρματι, ἢ ἐν τῷ ἱματίῳ, ἢ ἐν τῷ στήμονι, ἢ ἐν τῇ κρόκῃ, ἢ ἐν παντὶ σκεύει ἐργασίμῳ δέρματος, ἁφὴ λέπρας ἐστί· καὶ δείξει τῷ ἱερεῖ·
50Καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφήν, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας.
51Καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· ἐὰν δὲ διαχέηται ἡ ἁφὴ ἐν τῷ ἱματίῳ, ἢ ἐν τῷ στήμονι, ἢ ἐν τῇ κρόκῃ, ἢ ἐν τῷ δέρματι, κατὰ πάντα ὅσα ἐὰν ποιηθῇ δέρματα ἐν τῇ ἐργασίᾳ, λέπρα ἔμμονός ἐστιν ἡ ἁφὴ, ἀκάθαρτός ἐστι.
52Κατακαύσει τὸ ἱμάτιον, ἢ τὸν στήμονα, ἢ τὴν κρόκην ἐν τοῖς ἐρέοις, ἢ ἐν τοῖς λινοῖς, ἢ ἐν παντὶ σκεύει δερματίνῳ, ἐν ᾧ ἂν ᾖ ἐν αὐτῷ ἡ ἁφὴ, ὅτι λέπρα ἔμμονός ἐστιν, ἐν πυρὶ κατακαυθήσεται.
53Ἐὰν δὲ ἴδῃ ὁ ἱερεὺς, καὶ μὴ διαχέηται ἡ ἁφὴ ἐν τῷ ἱματίῳ, ἢ ἐν τῷ στήμονι, ἢ ἐν τῇ κρόκῃ, ἢ ἐν παντὶ σκεύει δερματίνῳ·
54Καὶ συντάξει ὁ ἱερεύς, καὶ πλυνεῖ ἐφʼ οὗ ἐὰν ᾖ ἐπʼ αὐτοῦ ἡ ἁφὴ, καὶ ἀφοριεῖ ὁ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας τοδέυτερον.
55Καὶ ὄψεται ὁ ἱερεὺς μετὰ τὸ πλυθῆναι αὐτὸ τὴν ἁφὴν, καὶ ἥδε οὐ μὴ μετέβαλεν ἡ ἁφὴ τὴν ὄψιν, καὶ ἡ ἁφὴ οὐ διαχεῖται, ἀκάθαρτόν ἐστιν, ἐν πυρὶ κατακαυθήσεται· ἐστήρικται ἐν τῷ ἱματίῳ, ἢ ἐν τῷ στήμονι, ἢ ἐν τῇ κρόκη.
56Καὶ ἐὰν ἴδῃ ὁ ἱερεὺς, καὶ ᾖ ἀμαυρὰ ἡ ἁφὴ μετὰ τὸ πλυθήναι αὐτὸ, ἀποῤῥήξει αὐτὸ ἀπὸ τοῦ ἱματίου, ἢ ἀπὸ τοῦ στήμονος, ἢ ἀπὸ τῆς κρόκης, ἢ ἀπὸ τοῦ δέρματος.
57Ἐὰν δὲ ὀφθῇ ἔτι ἐν τῷ ἱματίῳ, ἢ ἐν τῷ στήμονι, ἢ ἐν τῇ κρόκῃ, ἢ ἐν παντὶ σκεύει δερματίνῳ, λέπρα ἐξανθοῦσά ἐστιν ἐν πυρὶ κατακαυθήσεται ἐν ᾧ ἐστιν ἡ ἁφή.

Read ΛΕΥΙΤΙΚΟΝ 13ΛΕΥΙΤΙΚΟΝ 13
Compare ΛΕΥΙΤΙΚΟΝ 13:38-57ΛΕΥΙΤΙΚΟΝ 13:38-57