Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΚΡΙΤΑΙ - ΚΡΙΤΑΙ 6

ΚΡΙΤΑΙ 6:6-30

Help us?
Click on verse(s) to share them!
6Καὶ ἐπτώχευσεν Ἰσραὴλ σφόδρα ἀπὸ προσώπου Μαδιάμ.
7Καὶ ἐβόησαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον ἀπὸ προσώπου Μαδιάμ.
8Καὶ ἐξαπέστειλε Κύριος ἄνδρα προφήτην πρὸς τοὺς νἱοὺς Ἰσραήλ· καὶ εἶπεν αὐτοῖς, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἐγώ εἰμι ὃς ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου, καὶ ἐξήγαγον ὑμᾶς ἐξ οἴκου δουλείας ὑμῶν·
9καὶ ἐῤῥυσάμην ὑμᾶς ἐκ χειρὸς Αἰγύπτου καὶ ἐκ χειρὸς πάντων τῶν θλιβόντων ὑμᾶς, καὶ ἐξέβαλον αὐτοὺς ἐκ προσώπου ὑμῶν· καὶ ἔδωκα ὑμῖν τὴν γῆν αὐτῶν.
10Καὶ εἶπα ὑμῖν, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν· οὐ φοβηθήσεσθε τοὺς θεοὺς τοῦ Ἀμοῤῥαίου, ἐν οἷς ὑμεῖς κάθησθε ἐν τῇ γῇ αὐτῶν· καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου.
11Καὶ ἦλθεν ἄγγελος Κυρίου, καὶ ἐκάθισεν ὑπὸ τὴν τερέμινθον τὴν ἐν Ἐφραθὰ ἐν γῇ Ἰωὰς πατρὸς τοῦ Ἐσδρί· καὶ Γεδεὼν ὁ υἱὸς αὐτοῦ ῥαβδίζων σῖτον ἐν ληνῷ εἰς ἐκφυγεῖν ἀπὸ προσώπου τοῦ Μαδίαμ.
12Καὶ ὤφθη αὐτῷ ὁ ἄγγελος Κυρίου, καὶ εἶπε πρὸς αὐτὸν, Κύριος μετὰ σοῦ, ἰσχυρὸς τῶν δυνάμεων.
13Καὶ εἶπε πρὸς αὐτὸν Γεδεὼν, ἐν ἐμοὶ, Κύριέ μου· καὶ εἰ ἔστι Κύριος μεθʼ ἡμῶν, εἰς τί εὗρεν ἡμᾶς τὰ κακὰ ταῦτα; καὶ ποῦ ἐστι πάντα τὰ θαυμάσια αὐτοῦ, ἃ διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν, λέγοντες, μὴ οὐχὶ ἐξ Αἰγύπτου ἀνήγαγεν ἡμᾶς Κύριος; καὶ νῦν ἐξέῤῥιψεν ἡμᾶς καὶ ἔδωκεν ἡμᾶς ἐν χειρὶ Μαδίαμ.
14Καὶ ἐπέστρεψε πρὸς αὐτὸν ὁ ἄγγελος Κυρίου, καὶ εἶπε, πορεύου ἐν τῇ ἰσχύϊ σου ταύτῃ, καὶ σώσεις τὸν Ἰσραὴλ ἐκ χειρὸς Μαδιάμ· ἰδοὺ ἐξαπέστειλά σε.
15Καὶ εἶπε πρὸς αὐτὸν Γεδεὼν, ἐν ἐμοὶ, Κύριέ μου, ἐν τίνι σώσω τὸν Ἰσραήλ; ἰδοὺ ἡ χιλιάς μου ἠσθένησεν ἐν Μανασσῇ, καὶ ἐγώ εἰμι μικρότερος ἐν οἴκῳ τοῦ πατρός μου.
16Καὶ εἶπε πρὸς αὐτὸν ὁ ἄγγελος Κυρίου, Κύριος ἔσται μετὰ σοῦ, καὶ πατάξεις τὴν Μαδιὰμ ὡσεὶ ἄνδρα ἕνα.
17Καὶ εἶπε πρὸς αὐτὸν Γεδεὼν, εἰ δὴ εὗρον ἔλεος ἐν ὀφθαλμοῖς σου, καὶ ποιήσεις μοι σήμερον πᾶν ὅτι, ἐλάλησας μετʼ ἐμοῦ,
18μὴ χωρισθῇς ἐντεῦθεν ἕως τοῦ ἐλθεῖν με πρὸς σὲ, καὶ ἐξοίσω τὴν θυσίαν καὶ θύσω ἐνώπιόν σου· καὶ εἶπεν, ἐγώ εἰμι καθίσομαι ἕως τοῦ ἐπιστρέψαι σε.
19Καὶ Γεδεὼν εἰσῆλθε, καὶ ἐποίησεν ἔριφον αἰγῶν καὶ οἰφὶ ἀλεύρου ἄζυμα, καὶ τὰ κρέα ἔθηκεν ἐν τῷ κοφίνῳ, καὶ τὸν ζωμὸν ἔβαλεν ἐν τῇ χύτρᾳ, καὶ ἐξήνεγκεν αὐτὰ πρὸς αὐτὸν ὑπὸ τὴν τερέμινθον, καὶ προσήγγισε.
20Καὶ εἶπε πρὸς αὐτὸν ὁ ἄγγελος τοῦ Θεοῦ, λάβε τὰ κρέα καὶ τὰ ἄζυμα, καὶ θὲς πρὸς τὴν πέτραν ἐκείνην, καὶ τὸν ζωμὸν ἐχόμενα ἔκχεε· καὶ ἐποιήσεν οὕτως.
21Καὶ ἐξέτεινεν ὁ ἄγγελος Κυρίου τὸ ἄκρον τῆς ῥάβδου τῆς ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἥψατο τῶν κρεῶν καὶ τὼν ἀζύμων· καὶ ἀνέβη πῦρ ἐκ τῆς πέτρας, καὶ κατέφαγε τὰ κρέα καὶ τοὺς ἀζύμους· καὶ ὁ ἄγγελος Κυρίου ἐπορεύθη ἀπʼ ὀφθαλμῶν αὐτοῦ.
22Καὶ εἶδε Γεδεὼν, ὅτι ἄγγελος Κυρίου οὗτός ἐστι· καὶ εἶπε Γεδεὼν, ἆ ἆ, Κύριέ μου Κύριε, ὅτι εἶδον τὸν ἄγγελον Κυρίου πρόσωπον πρὸς πρόσωπον.
23Καὶ εἶπεν αὐτῷ Κύριος, εἰρήνη σοι, μὴ φοβοῦ, οὐ μὴ ἀποθάνῃς.
24Καὶ ᾠκοδόμησεν ἐκεῖ Γεδεὼν θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἐπεκάλεσεν αὐτῷ, εἰρήνη Κυρίου, ἕως τῆς ἡμέρας ταύτης, ἔτι αὐτοῦ ὄντος ἐν Ἐφραθὰ πατρὸς τοῦ Ἐσδρί.
25Καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ εἶπεν αὐτῷ Κύριος, λάβε τὸν μόσχον τὸν ταῦρον ὅς ἐστι τῷ πατρί σου, καὶ μόσχον δεύτερον ἑπταετῇ, καὶ καθελεῖς τὸ θυσιαστήριον τοῦ Βάαλ ὅ ἐστι τῷ πατρί σου, καὶ τὸ ἄλσος τὸ ἐπʼ αὐτὸ ὀλοθρεύσεις.
26Καὶ οἰκοδομήσεις θυσιαστήριον τῷ Κυρίῳ τῷ Θεῷ σου ἐπὶ κορυφὴν Μαωζὶ τούτου ἐν τῇ παρατάξει καὶ λήψῃ τὸν μόσχον τὸν δεύτερον, καὶ ἀνοίσεις ὁλοκαυτώματα ἐν τοῖς ξύλοις τοῦ ἄλσοῦς, οὗ ἐξολοθρεύσεις.
27Καὶ ἔλαβε Γεδεὼν δέκα ἄνδρας ἀπὸ τῶν δούλων ἑαυτοῦ, καὶ ἐποίησεν ὃν τρόπον ἐλάλησε πρὸς αὐτὸν Κύριος· καὶ ἐγενήθη ὡς ἐφοβήθη τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ καὶ τοὺς ἄνδρας τῆς πόλεως τοῦ ποιῆσαι ἡμέρας, καὶ ἐποίησε νυκτός.
28Καὶ ὤρθρισαν οἱ ἄνδρες τῆς πόλεως τοπρωΐ· καὶ ἰδοὺ καθῄρητο τὸ θυσιαστήριον τοῦ Βάαλ, καὶ τὸ ἄλσος τὸ ἐπʼ αὐτῷ ὠλόθρευτο· καὶ εἶδον τὸν μόσχον τὸν δεύτερον, ὃν ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον τὸ ᾠκοδομημένον.
29Καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ, τίς ἐποίησε τὸ ῥῆμα τοῦτο; καὶ ἐπεζήτησαν καὶ ἠρεύνησαν, καὶ ἔγνωσαν ὅτι Γεδεὼν υἱὸς Ἰωὰς ἐποίησε τὸ ῥῆμα τοῦτο.
30Καὶ εἶπαν οἱ ἄνδρες τῆς πόλεως πρὸς Ἰωὰς, ἐξένεγκε τὸν υἱόν σου, καὶ ἀποθανέτω, ὅτι καθεῖλε τὸ θυσιαστήριον τοῦ Βάαλ, καὶ ὅτι ὠλόθρευσε τὸ ἄλσος τὸ ἐπʼ αὐτῷ.

Read ΚΡΙΤΑΙ 6ΚΡΙΤΑΙ 6
Compare ΚΡΙΤΑΙ 6:6-30ΚΡΙΤΑΙ 6:6-30