Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΜΑΡΚΟΝ - ΚΑΤΑ ΜΑΡΚΟΝ 5

ΚΑΤΑ ΜΑΡΚΟΝ 5:11-20

Help us?
Click on verse(s) to share them!
11Ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη.
12Καὶ παρεκάλεσαν αὐτὸν πάντες οἱ δαίμονες, λέγοντες, «Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν.»
13Καὶ ἐπέτρεψεν αὐτοῖς εὐθέως ὁ Ἰησοῦς· καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν (ἦσαν δὲ ὡς δισχίλιοι), καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ.
14Οἱ δὲ βόσκοντες τοὺς χοίρους ἔφυγον, καὶ ἀνήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. Καὶ ἐξῆλθον ἰδεῖν τί ἐστιν τὸ γεγονός.
15Καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον καὶ ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν Λεγεῶνα· καὶ ἐφοβήθησαν.
16Διηγήσαντο δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ, καὶ περὶ τῶν χοίρων.
17Καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν.
18Καὶ ἐμβάντος αὐτοῦ εἰς τὸ πλοῖον, παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα ᾖ μετ᾿ αὐτοῦ.
19Ὁ δὲ Ἰησοῦς οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ, «Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σοὺς καὶ ἀνάγγειλον αὐτοῖς ὅσα σοι ὁ Κύριος πεποίηκεν· καὶ ἠλέησέν σε.»
20Καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς· καὶ πάντες ἐθαύμαζον.

Read ΚΑΤΑ ΜΑΡΚΟΝ 5ΚΑΤΑ ΜΑΡΚΟΝ 5
Compare ΚΑΤΑ ΜΑΡΚΟΝ 5:11-20ΚΑΤΑ ΜΑΡΚΟΝ 5:11-20