Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΛΟΥΚΑΝ - ΚΑΤΑ ΛΟΥΚΑΝ 7

ΚΑΤΑ ΛΟΥΚΑΝ 7:17-48

Help us?
Click on verse(s) to share them!
17Καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ, καὶ ἐν πάσῃ τῇ περιχώρῳ.
18Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων.
19Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ, ὁ Ἰωάννης ἔπεμψεν πρὸς τὸν Ἰησοῦν λέγων, «Σὺ εἶ ὁ Ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν;»
20Παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπον· «Ἰωάννης ὁ Βαπτιστὴς ἀπέσταλκεν ἡμᾶς πρός σε λέγων, ‹Σὺ εἶ ὁ Ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν;› »
21Ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο τὸ βλέπειν.
22Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· «Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· ὅτι τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται.
23Καί, μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.»
24Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου, ἤρξατο λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· «Τί ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι, κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;
25Ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν, ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδού, οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν.
26Ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν, προφήτην; Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.
27Οὗτός ἐστιν περὶ οὗ γέγραπται· ‹Ἰδού, ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.›
28Λέγω γὰρ ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν προφήτης Ἰωάννου τοῦ Βαπτιστοῦ οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ μείζων αὐτοῦ ἐστιν.»
29(Καὶ πᾶς ὁ λαὸς ἀκούσας, καὶ οἱ τελῶναι, ἐδικαίωσαν τὸν Θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου.
30Οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ᾿ αὐτοῦ.)
31«Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι;
32Ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις καὶ λέγουσιν, ‹Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκλαύσατε.›
33Ἐλήλυθεν γὰρ Ἰωάννης ὁ Βαπτιστὴς μήτε ἄρτον ἐσθίων μήτε οἶνον πίνων, καὶ λέγετε, ‹Δαιμόνιον ἔχει.›
34Ἐλήλυθεν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε, ‹Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν.›
35Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς πάντων.»
36Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾿ αὐτοῦ, καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ Φαρισαίου ἀνεκλίθη.
37Καὶ ἰδού, γυνὴ ἐν τῇ πόλει ἥτις ἦν ἁμαρτωλός, καὶ ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου,
38καὶ στᾶσα παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω κλαίουσα, ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσιν καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν· καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ.
39Ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτόν, εἶπεν ἐν ἑαυτῷ λέγων, «Οὗτος, εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ—ὅτι ἁμαρτωλός ἐστιν.»
40Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν, «Σίμων, ἔχω σοί τι εἰπεῖν.» Ὁ δέ φησίν, «Διδάσκαλε, εἰπέ.»
41«Δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι. Ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα.
42Μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. Τίς οὖν αὐτῶν, εἰπέ, πλεῖον αὐτὸν ἀγαπήσει;»
43Ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν, «Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο.» Ὁ δὲ εἶπεν αὐτῷ, «Ὀρθῶς ἔκρινας.»
44Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· «Βλέπεις ταύτην τὴν γυναῖκα; Εἰσῆλθόν σου εἰς τὴν οἰκίαν· ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας, αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμαξεν.
45Φίλημά μοι οὐκ ἔδωκας, αὕτη δὲ ἀφ᾿ ἧς εἰσῆλθον οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας.
46Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας, αὕτη δὲ μύρῳ ἤλειψέν μου τοὺς πόδας.
47Οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ.»
48Εἶπεν δὲ αὐτῇ, «Ἀφέωνταί σου αἱ ἁμαρτίαι.»

Read ΚΑΤΑ ΛΟΥΚΑΝ 7ΚΑΤΑ ΛΟΥΚΑΝ 7
Compare ΚΑΤΑ ΛΟΥΚΑΝ 7:17-48ΚΑΤΑ ΛΟΥΚΑΝ 7:17-48