Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΛΟΥΚΑΝ - ΚΑΤΑ ΛΟΥΚΑΝ 13

ΚΑΤΑ ΛΟΥΚΑΝ 13:18-34

Help us?
Click on verse(s) to share them!
18Ἔλεγεν δέ· «Τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν;
19Ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ, καὶ ηὔξησεν καὶ ἐγένετο εἰς δένδρον μέγα, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.»
20Πάλιν εἶπεν· «Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ;
21Ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον.»
22Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων, καὶ πορείαν ποιούμενος εἰς Ἱερουσαλήμ.
23Εἶπεν δέ τις αὐτῷ, «Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι;» Ὁ δὲ εἶπεν πρὸς αὐτούς·
24«Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης, ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν.
25Ἀφ᾿ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες, ‹Κύριε, Κύριε, ἄνοιξον ἡμῖν›· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, ‹Οὐκ οἶδα ὑμᾶς· πόθεν ἐστέ;›
26τότε ἄρξεσθε λέγειν, ‹Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας.›
27Καὶ ἐρεῖ· ‹Λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ. Ἀπόστητε ἀπ᾿ ἐμοῦ, πάντες οἱ ἐργάται τῆς ἀδικίας.›
28»Ἐκεῖ ἔσται ὁ κλαυθμός, καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ὄψεσθε Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω.
29Καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ νότου, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.
30Καὶ ἰδού, εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι.»
31Ἐν αὐτῇ τῇ ἡμέρᾳ προσῆλθόν τινες Φαρισαῖοι λέγοντες αὐτῷ, «Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι.»
32Καὶ εἶπεν αὐτοῖς· «Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ· ‹Ἰδού, ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἐπιτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι.›
33Πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ.
34»Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτένουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.

Read ΚΑΤΑ ΛΟΥΚΑΝ 13ΚΑΤΑ ΛΟΥΚΑΝ 13
Compare ΚΑΤΑ ΛΟΥΚΑΝ 13:18-34ΚΑΤΑ ΛΟΥΚΑΝ 13:18-34