Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΙΩΑΝΝΗΝ - ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:43-59

Help us?
Click on verse(s) to share them!
43Διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε;—ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν.
44Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ᾿ ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ.
45Ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι.
46Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Εἰ δὲ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;
47Ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἐστέ.»
48Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ, «Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις;»
49Ἀπεκρίθη Ἰησοῦς· «Ἐγὼ δαιμόνιον οὐκ ἔχω· ἀλλὰ τιμῶ τὸν Πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με.
50Ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων.
51Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν λόγον τὸν ἐμὸν τηρήσῃ θάνατον οὐ μὴ θεωρήσῃ, εἰς τὸν αἰῶνα.»
52Εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι· «Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἁβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις, ‹Ἐάν τις τὸν λόγον μου τηρήσῃ οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα.›
53Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἁβραάμ, ὅστις ἀπέθανεν; Καὶ οἱ προφῆται ἀπέθανον. Τίνα σεαυτὸν σὺ ποιεῖς;»
54Ἀπεκρίθη Ἰησοῦς· «Ἐὰν ἐγὼ δοξάζω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν. Ἔστιν ὁ Πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι ‹Θεὸς ἡμῶν ἐστιν.›
55Καὶ οὐκ ἐγνώκατε αὐτόν, ἐγὼ δὲ οἶδα αὐτόν. Καὶ ἐὰν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ὑμῶν, ψεύστης, ἀλλ᾿ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ.
56Ἁβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καί, εἶδεν καὶ ἐχάρη.»
57Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν, «Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἁβραὰμ ἑώρακας;»
58Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, «Ἀμήν, ἀμὴν λέγω ὑμῖν, πρὶν Ἁβραὰμ γενέσθαι, ἐγώ εἰμι.»
59Ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ᾿ αὐτόν· Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ, διελθὼν διὰ μέσου αὐτῶν· καὶ παρῆγεν οὕτως.

Read ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8
Compare ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:43-59ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:43-59