Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΙΩΑΝΝΗΝ - ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:1-10

Help us?
Click on verse(s) to share them!
1Μετὰ ταῦτα ἦν ἡ ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα.
2Ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις, ἐπὶ τῇ Προβατικῇ, κολυμβήθρα ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα.
3Ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων—τυφλῶν, χωλῶν, ξηρῶν—ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν·
4ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρα καὶ ἐτάρασσεν τὸ ὕδωρ—ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι.
5Ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ.
6Τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ, «Θέλεις ὑγιὴς γενέσθαι;»
7Ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν, «Κύριε, ἄνθρωπον οὐκ ἔχω ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν, ἐν ᾧ δὲ ἔρχομαι ἐγώ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει.»
8Λέγει αὐτῷ ὁ Ἰησοῦς, «Ἔγειραι, ἆρον τὸν κράββατόν σου καὶ περιπάτει.»
9Καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος καὶ ἦρεν τὸν κράββατον αὐτοῦ καὶ περιεπάτει.
10Ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ· «Σάββατόν ἐστιν· οὐκ ἔξεστίν σοι ἆραι τὸν κράββατον.»

Read ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5
Compare ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:1-10ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:1-10