Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΙΩΑΝΝΗΝ - ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:30-39

Help us?
Click on verse(s) to share them!
30Ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν.
31Ἐν δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, «Ῥαββί, φάγε.»
32Ὁ δὲ εἶπεν αὐτοῖς, «Ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε.»
33Ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους, «Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν;»
34Λέγει αὐτοῖς ὁ Ἰησοῦς· «Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.
35Οὐχ ὑμεῖς λέγετε ὅτι ‹Τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται›; Ἰδού, λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη.
36Καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων.
37Ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ὁ ἀληθινός ὅτι ‹Ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων›·
38ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασιν, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.»
39Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικός, μαρτυρούσης ὅτι «Εἶπέν μοι πάντα ὅσα ἐποίησα.»

Read ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4
Compare ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:30-39ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:30-39