Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΙΩΑΝΝΗΝ - ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:14-18

Help us?
Click on verse(s) to share them!
14Καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστεράς, καὶ τοὺς κερματιστὰς καθημένους.
15Καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων, πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας· καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὸ κέρμα, καὶ τὰς τραπέζας ἀνέστρεψεν.
16Καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· «Ἄρατε ταῦτα ἐντεῦθεν· μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου.»
17Ἐμνήσθησαν δὲ οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν, «Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με.»
18Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ, «Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς;»

Read ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2
Compare ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:14-18ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:14-18