Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΙΩΑΝΝΗΝ - ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:3-16

Help us?
Click on verse(s) to share them!
3Λέγει αὐτοῖς Σίμων Πέτρος, «Ὑπάγω ἁλιεύειν.» Λέγουσιν αὐτῷ, «Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί.» Ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον εὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.
4Πρωΐας δὲ ἤδη γενομένης, ἔστη ὁ Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν.
5Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς, «Παιδία, μήτι προσφάγιον ἔχετε;» Ἀπεκρίθησαν αὐτῷ, «Οὔ.»
6Ὁ δὲ εἶπεν αὐτοῖς, «Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε.» Ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων.
7Λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ, «Ὁ Κύριός ἐστιν.» Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ Κύριός ἐστιν, τὸν ἐπενδύτην διεζώσατο (ἦν γὰρ γυμνός) καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν.
8Οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον (οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ᾿ ὡς ἀπὸ πηχῶν διακοσίων), σύροντες τὸ δίκτυον τῶν ἰχθύων.
9Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον.
10Λέγει αὐτοῖς ὁ Ἰησοῦς, «Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν.»
11Ἀνέβη Σίμων Πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον.
12Λέγει αὐτοῖς ὁ Ἰησοῦς, «Δεῦτε ἀριστήσατε.» Οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν, «Σὺ τίς εἶ;»—εἰδότες ὅτι ὁ Κύριός ἐστιν.
13Ἔρχεται οὖν ὁ Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως.
14Τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν.
15Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς, «Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλεῖον τούτων;» Λέγει αὐτῷ, «Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε.» Λέγει αὐτῷ, «Βόσκε τὰ ἀρνία μου.»
16Λέγει αὐτῷ πάλιν, δεύτερον, «Σίμων Ἰωνᾶ, ἀγαπᾷς με;» Λέγει αὐτῷ, «Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε.» Λέγει αὐτῷ, «Ποίμαινε τὰ πρόβατά μου.»

Read ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21
Compare ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:3-16ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:3-16