Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΙΩΑΝΝΗΝ - ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:19-27

Help us?
Click on verse(s) to share them!
19Οὔσης οὖν ὀψίας, τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι, διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς, «Εἰρήνη ὑμῖν.»
20Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον.
21Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· «Εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκέν με ὁ Πατήρ, κἀγὼ πέμπω ὑμᾶς.»
22Καὶ τοῦτο εἰπὼν ἐνεφύσησεν καὶ λέγει αὐτοῖς· «Λάβετε Πνεῦμα Ἅγιον.
23Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται.»
24Θωμᾶς δέ, εἷς ἐκ τῶν δώδεκα (ὁ λεγόμενος Δίδυμος), οὐκ ἦν μετ᾿ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς.
25Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί, «Ἑωράκαμεν τὸν Κύριον.» Ὁ δὲ εἶπεν αὐτοῖς, «Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.»
26Καὶ μεθ᾿ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ, καὶ Θωμᾶς μετ᾿ αὐτῶν. Ἔρχεται ὁ Ἰησοῦς, τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν, «Εἰρήνη ὑμῖν.»
27Εἶτα λέγει τῷ Θωμᾷ· «Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου· καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου. Καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός.»

Read ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20
Compare ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:19-27ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:19-27