Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΙΩΑΝΝΗΝ - ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:13-25

Help us?
Click on verse(s) to share them!
13Ὁ οὖν Πιλᾶτος ἀκούσας τοῦτον τὸν λόγον ἤγαγεν ἔξω τὸν Ἰησοῦν καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος, εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαβαθᾶ
14(ἦν δὲ Παρασκευὴ τοῦ Πάσχα· ὥρα ἦν ὡσεὶ ἕκτη), καὶ λέγει τοῖς Ἰουδαίοις, «Ἴδε, ὁ Βασιλεὺς ὑμῶν.»
15Οἱ δὲ ἐκραύγασαν, «Ἆρον, ἆρον, σταύρωσον αὐτόν.» Λέγει αὐτοῖς ὁ Πιλᾶτος, «Τὸν Βασιλέα ὑμῶν σταυρώσω;» Ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, «Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.»
16Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ. Παρέλαβον δὲ τὸν Ἰησοῦν καὶ ἤγαγον.
17Καὶ βαστάζων τὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν εἰς τὸν λεγόμενον Κρανίου τόπον, ὃς λέγεται Ἑβραϊστί, Γολγοθᾶ,
18ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ᾿ αὐτοῦ ἄλλους δύο, ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν.
19Ἔγραψεν δὲ καὶ τίτλον ὁ Πιλᾶτος, καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ. Ἦν δὲ γεγραμμένον· ΙΗΣΟΥΣ Ὁ ΝΑΖΩΡΑΙΟΣ Ὁ ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ
20Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, Ἑλληνιστί, Ῥωμαϊστί.
21Ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων, «Μὴ γράφε, ‹Ὁ Βασιλεὺς τῶν Ἰουδαίων,› ἀλλ᾿ ὅτι ἐκεῖνος εἶπεν, ‹Βασιλεύς εἰμι τῶν Ἰουδαίων.› »
22Ἀπεκρίθη ὁ Πιλᾶτος, «Ὃ γέγραφα, γέγραφα.»
23Οἱ οὖν στρατιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. Ἦν δὲ ὁ χιτὼν ἄρραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι᾿ ὅλου.
24Εἶπον οὖν πρὸς ἀλλήλους, «Μὴ σχίσωμεν αὐτὸν ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται,» ἵνα ἡ Γραφὴ πληρωθῇ ἡ λέγουσα· «Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν.
25Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή.

Read ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19
Compare ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:13-25ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:13-25