Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΙΩΑΝΝΗΝ - ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:3-8

Help us?
Click on verse(s) to share them!
3Ἡ οὖν Μαρία, λαβοῦσα λίτραν μύρου νάρδου, πιστικῆς πολυτίμου, ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ. Ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου.
4Λέγει οὖν εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἰούδας Σίμωνος Ἰσκαριώτης (ὁ μέλλων αὐτὸν παραδιδόναι),
5«Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς;»
6(Εἶπεν δὲ τοῦτο, οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ᾿ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον εἶχεν, καὶ τὰ βαλλόμενα ἐβάσταζεν.)
7Εἶπεν οὖν ὁ Ἰησοῦς· «Ἄφες αὐτήν· εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό.
8Τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ᾿ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.»

Read ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12
Compare ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:3-8ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:3-8