Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΙΩΑΝΝΗΝ - ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:25-48

Help us?
Click on verse(s) to share them!
25Εἶπεν αὐτῇ ὁ Ἰησοῦς· «Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. Ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται·
26καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Πιστεύεις τοῦτο;»
27Λέγει αὐτῷ, «Ναί, Κύριε, ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ εἰς τὸν κόσμον ἐρχόμενος.»
28Καὶ ταῦτα εἰποῦσα, ἀπῆλθεν καὶ ἐφώνησεν Μαρίαν τὴν ἀδελφὴν αὐτῆς, λάθρᾳ εἰποῦσα, «Ὁ διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε.»
29Ἐκείνη ὡς ἤκουσεν, ἐγείρεται ταχὺ καὶ ἔρχεται πρὸς αὐτόν.
30(Οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ᾿ ἦν ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα.
31Οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ᾿ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαρίαν ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, λέγοντες ὅτι «Ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ.»)
32Ἡ οὖν Μαρία, ὡς ἦλθεν ὅπου ἦν ὁ Ἰησοῦς, ἰδοῦσα αὐτόν, ἔπεσεν αὐτοῦ εἰς τοὺς πόδας, λέγουσα αὐτῷ, «Κύριε, εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανέν μου ὁ ἀδελφός.»
33Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν, καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν.
34Καὶ εἶπεν, «Ποῦ τεθείκατε αὐτόν;» Λέγουσιν αὐτῷ, «Κύριε, ἔρχου καὶ ἴδε.»
35Ἐδάκρυσεν ὁ Ἰησοῦς.
36Ἔλεγον οὖν οἱ Ἰουδαῖοι, «Ἴδε πῶς ἐφίλει αὐτόν.»
37Τινὲς δὲ ἐξ αὐτῶν εἶπον, «Οὐκ ἠδύνατο οὗτος, ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;»
38Ἰησοῦς οὖν, πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ, ἔρχεται εἰς τὸ μνημεῖον. Ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ᾿ αὐτῷ.
39Λέγει ὁ Ἰησοῦς, «Ἄρατε τὸν λίθον.» Λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τεθνηκότος, Μάρθα, «Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστιν.»
40Λέγει αὐτῇ ὁ Ἰησοῦς, «Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψει τὴν δόξαν τοῦ Θεοῦ;»
41Ἦραν οὖν τὸν λίθον οὗ ἦν ὁ τεθνηκὼς κείμενος. Ὁ δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν· «Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου.
42Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις, ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.»
43Καὶ ταῦτα εἰπών, φωνῇ μεγάλῃ ἐκραύγασεν, «Λάζαρε, δεῦρο ἔξω.»
44Καὶ ἐξῆλθεν ὁ τεθνηκώς, δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. Λέγει αὐτοῖς ὁ Ἰησοῦς, «Λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν.»
45Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων οἱ ἐλθόντες πρὸς τὴν Μαρίαν, καὶ θεασάμενοι ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἐπίστευσαν εἰς αὐτόν.
46Τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπον αὐτοῖς ὅσα ἐποίησεν ὁ Ἰησοῦς.
47Συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον· «Τί ποιοῦμεν; Ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ.
48Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.»

Read ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11
Compare ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:25-48ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:25-48