Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΙΗΣΟΥΣ - ΙΗΣΟΥΣ 7

ΙΗΣΟΥΣ 7:12-22

Help us?
Click on verse(s) to share them!
12Καὶ οὐ μὴ δύνωνται οἱ υἱοὶ Ἰσραὴλ ὑποστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν· αὐχένα ὑποστρέψουσιν ἔναντι τῶν ἐχθρῶν αὐτῶν, ὅτι ἐγενήθησαν ἀνάθεμα· οὐ προσθήσω ἔτι εἶναι μεθʼ ὑμῶν, ἐὰν μὴ ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν αὐτῶν.
13Ἀναστὰς ἁγίασον τὸν λαὸν, καὶ εἶπον ἁγιασθῆναι εἰσαύριον· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, τὸ ἀνάθεμά ἐστιν ἐν ὑμῖν· οὐ δυνήσεσθε ἀντιστῆναι ἀπέναντι τῶν ἐχθρῶν ὑμῶν, ἕως ἂν ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν.
14Καὶ συναχθήσεσθε πάντες τοπρωῒ κατὰ φυλὰς, καὶ ἔσται ἡ φυλὴ ἣν ἂν δείξῃ Κύριος, προσάξετε κατὰ δήμους· καὶ τὸν δῆμον ὃν ἂν δείξῃ Κύριος, προσάξετε κατʼ οἶκον· καὶ τὸν οἶκον ὃν ἂν δέξῃ Κύριος, προσάξετε κατʼ ἄνδρα.
15Καὶ ὃς ἂν ἐνδειχθῇ, κατακαυθήσεται ἐν πυρὶ, καὶ πάντα ὅσα ἐστὶν αὐτῷ· ὅτι παρέβη τὴν διαθήκην Κυρίου, καὶ ἐποίησεν ἀνόμημα ἐν Ἰσραήλ.
16Καὶ ὤρθρισεν Ἰησοῦς, καὶ προσήγαγε τὸν λαὸν κατὰ φυλάς· καὶ ἐνεδείχθη ἡ φυλὴ Ἰούδα.
17Καὶ προσήχθη κατὰ δήμους, καὶ ἐνεδείχθη δῆμος Ζαραΐ. Καὶ προσήχθη κατʼ ἄνδρα,
18καὶ ἐνεδείχθη Ἄχαρ υἱὸς Ζαμβρὶ υἱοῦ Ζάρά.
19Καὶ εἶπεν Ἰησοῦς τῷ Ἄχαρ, δὸς δόξαν σήμερον τῷ Κυρίῳ Θεῷ Ἰσραὴλ, καὶ δὸς τὴν ἐξομολόγησιν, καὶ ἀνάγγειλόν μοι τί ἐποίησας, καὶ μὴ κρύψῃς ἀπʼ ἐμοῦ.
20Καὶ ἀπεκρίθη Ἄχαρ τῷ Ἰησοῖ, καὶ εἶπεν, ἀληθῶς ἥμαρτον ἐναντίον Κυρίου τοῦ Θεοῦ Ἰσραήλ· οὕτως καὶ οὕτως ἐποίησα.
21Εἶδον ἐν τῇ προνομῇ ψιλὴν ποικίλην, καὶ διακόσια δίδραχμα ἀργυρίου, καὶ γλῶσσαν μίαν χρυσῆν πεντήκοντα διδράχμων, καὶ ἐνθυμηθεὶς αὐτῶν ἔλαβον· καὶ ἰδοὺ αὐτὰ ἐγκέκρυπται ἐν τῇ σκηνῇ μου, καὶ τὸ ἀργύριον κέκρυπται ὑποκάτω αὐτῶν.
22Καὶ ἀπέστειλεν Ἰησοῦς ἀγγέλους, καὶ ἔδραμον εἰς τὴν σκηνὴν εἰς τὴν παρεμβολήν· καὶ ταῦτα ἦν κεκρυμμένα εἰς τὴν σκηνὴν αὐτοῦ, καὶ τὸ ἀργύριον ὑποκάτω αὐτῶν.

Read ΙΗΣΟΥΣ 7ΙΗΣΟΥΣ 7
Compare ΙΗΣΟΥΣ 7:12-22ΙΗΣΟΥΣ 7:12-22