Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΕΚΚΛΗΣΙΑΣΤΗΣ - ΕΚΚΛΗΣΙΑΣΤΗΣ 9

ΕΚΚΛΗΣΙΑΣΤΗΣ 9:1-8

Help us?
Click on verse(s) to share them!
1Ὡς οἱ δίκαιοι καὶ οἱ σοφοὶ καὶ αἱ ἐργασίαι αὐτῶν ἐν χειρὶ τοῦ Θεοῦ, καί γε ἀγάπην καί γε μῖσος οὐκ ἔστιν εἰδὼς ὁ ἄνθρωπος· τὰ πάντα πρὸ προσώπου αὐτῶν.
2Ματαιότης ἐν τοῖς πᾶσι· συνάντημα ἓν τῷ δικαίῳ καὶ τῷ ἀσεβεῖ, τῷ ἀγαθῷ καὶ τῷ κακῷ, καὶ τῷ καθαρῷ καὶ τῷ ἀκαθάρτῳ, καὶ τῷ θυσιάζοντι καὶ τῷ μὴ θυσιάζοντι· ὡς ὁ ἀγαθὸς ὡς ὁ ἁμαρτάνων, ὡς ὁ ὀμνύων καθὼς ὁ τὸν ὅρκον φοβούμενος.
3Τοῦτο πονηρὸν ἐν παντὶ πεποιημένῳ ὑπὸ τὸν ἥλιον, ὅτι συνάντημα ἓν τοῖς πᾶσι· καί γε καρδια υἱῶν τοῦ ἀνθρώπου ἐπληρώθη πονηροῦ, καὶ περιφέρεια ἐν καρδίᾳ αὐτῶν ἐν ζωῇ αὐτῶν, καὶ ὀπίσω αὐτῶν πρὸς τοὺς νεκρούς.
4Ὅτι τίς ὃς κοινωνεῖ πρὸς πάντας τοὺς ζῶντας; ἔστιν ἐλπὶς, ὅτι ὁ κύων ὁ ζῶν αὐτὸς ἀγαθὸς ὑπὲρ τὸν λέοντα τὸν νεκρόν·
5Ὅτι οἱ ζῶντες γνώσονται ὅτι ἀποθανοῦνται, καὶ οἱ νεκροὶ οὐκ εἰσὶ γινώσκοντες οὐδέν· καὶ οὐκ ἔστιν αὐτοῖς ἔτι μισθὸς, ὅτι ἐπελήσθη ἡ μνήμη αὐτῶν.
6Καί γε ἀγάπη αὐτῶν, καί γε μῖσος αὐτῶν, καί γε ζῆλος αὐτῶν ἤδη ἀπώλετο· καί γε μερὶς οὐκ ἔστιν αὐτοῖς ἔτι εἰς τὸν αἰῶνα ἐν παντὶ τῷ πεποιημένῳ ὑπὸ τὸν ἥλιον.
7Δεῦρο φάγε ἐν εὐφροσύνῃ τὸν ἄρτον σου, καὶ πίε ἐν καρδίᾳ ἀγαθῇ οἶνόν σου, ὅτι ἤδη εὐδόκησεν ὁ Θεὸς τὰ ποιήματά σου.
8Ἐν παντὶ καιρῷ ἔστωσαν ἱμάτιά σου λευκὰ, καὶ ἔλαιον ἐπὶ κεφαλῆς σου μὴ ὑστερησάτω.

Read ΕΚΚΛΗΣΙΑΣΤΗΣ 9ΕΚΚΛΗΣΙΑΣΤΗΣ 9
Compare ΕΚΚΛΗΣΙΑΣΤΗΣ 9:1-8ΕΚΚΛΗΣΙΑΣΤΗΣ 9:1-8