Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΕΚΚΛΗΣΙΑΣΤΗΣ - ΕΚΚΛΗΣΙΑΣΤΗΣ 8

ΕΚΚΛΗΣΙΑΣΤΗΣ 8:3-10

Help us?
Click on verse(s) to share them!
3Μὴ σπουδάσῃς, ἀπὸ προσώπου αὐτοῦ πορεύσῃ· μὴ στῇς ἐν λόγῳ πονηρῷ, ὅτι πᾶν ὃ ἐὰν θελήσῃ ποιήσει,
4καθὼς βασιλεὺς ἐξουσιάζων. καὶ τίς ἐρεῖ αὐτῷ, τί ποιεῖς;
5Ὁ φυλάσσων ἐντολὴν, οὐ γνώσεται ῥῆμα πονηρὸν, καὶ καιρὸν κρίσεως γινώσκει καρδία σοφοῦ.
6Ὅτι παντὶ πράγματί ἐστι καιρὸς καὶ κρίσις, ὅτι γνῶσις τοῦ ἀνθρώπου πολλὴ ἐπʼ αὐτόν.
7Ὅτι οὐκ ἔστι γινώσκων τί τὸ ἐσόμενον, ὅτι καθὼς ἔσται, τίς ἀναγγελεῖ αὐτῷ;
8Οὐκ ἔστιν ἄνθρωπος ἐξουσιάζων ἐν πνεύματι, τοῦ κωλύσαι σὺν τὸ πνεῦμα. καὶ οὐκ ἔστιν ἐξουσία ἐν ἡμέρᾳ θανάτου, καὶ οὐκ ἔστιν ἀποστολὴ ἐν ἡμέρᾳ πολέμου, καὶ οὐ διασώσει ἀσέβεια τὸν παρʼ αὐτῆς.
9Καὶ σύμπαν τοῦτο εἶδον, καὶ ἔδωκα τὴν καρδίαν μου εἰς πᾶν τὸ ποίημα ὃ πεποίηται ὑπὸ τὸν ἥλιον, τὰ ὅσα ἐξουσιάσατο ὁ ἄνθρωπος ἐν ἀνθρώπῳ τοῦ κακῶσαι αὐτόν.
10Καὶ τότε εἶδον ἀσεβεῖς εἰς τάφους εἰσαχθέντας, καὶ ἐκ τοῦ ἁγίου· καὶ ἐπορεύθησαν καὶ ἐπῃνέθησαν ἐν τῇ πόλει, ὅτι οὕτως ἐποίησαν· καί γε τοῦτο ματαιότης.

Read ΕΚΚΛΗΣΙΑΣΤΗΣ 8ΕΚΚΛΗΣΙΑΣΤΗΣ 8
Compare ΕΚΚΛΗΣΙΑΣΤΗΣ 8:3-10ΕΚΚΛΗΣΙΑΣΤΗΣ 8:3-10