9Ἐξαίρων λίθους, διαπονηθήσεται ἐν αὐτοῖς· σχίζων ξύλα, κινδυνεύσει ἐν αὐτοῖς.
10Ἐὰν ἐκπέσῃ τὸ σιδήριον, καὶ αὐτὸς πρόσωπον ἐτάραξε· καὶ δυνάμεις δυναμώσει, καὶ περίσσεια τῷ ἀνδρὶ οὐ σοφία.
11Ἐὰν δάκῃ ὄφις ἐν οὐ ψιθυρισμῷ, καὶ οὐκ ἔστι περίσσεια τῷ ἐπᾴδοντι.
12Λόγοι στόματος σοφοῦ χάρις, καὶ χείλη ἄφρονος καταποντιοῦσιν αὐτόν.
13Ἀρχὴ λόγων στόματος αὐτοῦ ἀφροσύνη, καὶ ἐσχάτη στόματος αὐτοῦ περιφέρεια πονηρὰ,