Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΒΑΣΙΛΕΙΩΝ Δ - ΒΑΣΙΛΕΙΩΝ Δ 13

ΒΑΣΙΛΕΙΩΝ Δ 13:4-22

Help us?
Click on verse(s) to share them!
4Καὶ ἐδεήθη Ἰωάχαζ τοῦ προσώπου Κυρίου, καὶ ἐπήκουσεν αὐτοῦ Κύριος, ὅτι εἶδε τὴν θλίψιν Ἰσραὴλ, ὅτι ἔθλιψεν αὐτοὺς βασιλεὺς Συρίας.
5Καὶ ἔδωκε Κύριος σωτηρίαν τῷ Ἰσραὴλ, καὶ ἐξῆλθεν ὑποκάτωθεν χειρὸς Συρίας· καὶ ἐκάθισαν οἱ υἱοὶ Ἰσραὴλ ἐν τοῖς σκηνώμασιν αὐτῶν καθὼς ἐχθὲς καὶ τρίτης.
6Πλὴν οὐκ ἀπέστησαν ἀπὸ ἁμαρτιῶν οἴκου Ἱεροβοὰμ ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ, ἐν αὐτῇ ἐπορεύθη· καὶ γε τὸ ἄλσος ἐστάθη ἐν Σαμαρείᾳ.
7Ὅτι οὐχ ὑπελείφθη τῷ Ἰωάχαζ λαὸς, ἀλλʼ ἢ πεντήκοντα ἱππεῖς καὶ δέκα ἅρματα καὶ δέκα χιλιάδες πεζῶν, ὅτι ἀπώλεσεν αὐτοὺς βασιλεὺ Συρίας, καὶ ἔθεντο αὐτοὺς ὡς χοῦν εἰς καταπάτησιν.
8Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωάχαζ καὶ πάντα ὅσα ἐποίησε καὶ αἱ δυναστεῖαι αὐτοῦ, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;
9Καὶ ἐκοιμήθη Ἰωάχαζ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν Σαμαρείᾳ· καὶ ἐβασίλευσεν Ἰωὰς υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
10Ἐν ἔτει τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῷ Ἰωὰς βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἰωὰς υἱὸς Ἰωάχαζ ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ ἑκκαίδεκα ἔτη.
11Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ πάσης Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ἁμαρτίας, ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ· ἐν αὐτῇ ἐπορεύθη.
12Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωὰς καὶ πάντα ὅσα ἐποίησε, καὶ αἱ δυναστεῖαι αὐτοῦ ἃς ἐποίησε μετὰ Ἀμεσσίου βασιλέως Ἰούδα, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;
13Καὶ ἐκοιμήθη Ἰωὰς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ Ἰεροβοὰμ ἐκάθισεν ἐτὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἐτάφη ἐν Σαμαρείᾳ μετὰ τῶν βασιλέων Ἰσραήλ.
14Καὶ Ἑλισαιὲ ἠῤῥώστησε τὴν ἀῤῥωστίαν αὐτοῦ, διʼ ἣν ἀπέθανε· καὶ κατέβη πρὸς αὐτὸν Ἰωὰς βασιλεὺς Ἰσραὴλ, καὶ ἔκλαυσεν ἐπὶ πρόσωπον αὐτοῦ, καὶ εἶπε, πάτερ πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ.
15Καὶ εἶπεν αὐτῷ Ἐλισαιὲ, λάβε τόξον καὶ βέλη· καὶ ἔλαβε πρὸς ἑαυτὸν τόξον καὶ βέλη.
16Καὶ εἶπε τῷ βασιλεῖ, ἐπιβίβασον τὴν χεῖρά σου ἐπὶ τὸ τόξον· καὶ ἐπεβίβασεν Ἰωὰς τὴν χεῖρα αὐτοῦ· καὶ ἐπέθηκεν Ἑλισαιὲ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας τοῦ βασιλέως,
17καὶ εἶπεν, ἄνοιξον τὴν θυρίδα κατʼ ἀνατολάς· καὶ ἤνοιξε· καὶ εἶπεν Ἑλισαιὲ, τόζευσον· καὶ ἐτόζευσε· καὶ εἶπε, βέλος σωτηρίας τῷ Κυρίῳ, καὶ βέλος σωτηρίας ἐν Συρίᾳ, καὶ πατάξεις τὴν Συρίαν ἐν Ἀφὲκ ἕως συντελείας.
18Καὶ εἶπεν αὐτῷ Ἑλισαιὲ, λάβε τόξα· καὶ ἔλαβε· καὶ εἶπε τῷ βασιλεῖ Ἰσραὴλ, πάταξον εἰς τὴν γῆν· καὶ ἐπάταξεν ὁ βασιλεὺς τρὶς, καὶ ἔστη·
19Καὶ ἐλυπήθη ἐπʼ αὐτῷ ὁ ἄνθρωπος τοῦ Θεοῦ, καὶ εἶπεν, εἰ ἐπάταξας πεντάκις ἢ ἑξάκις, τότε ἂν ἐπάταξας τὴν Συρίαν ἕως συντελείας, καὶ νῦν τρὶς πατάξεις τὴν Συρίαν.
20Καὶ ἀπέθανεν Ἑλισαιὲ, καὶ ἔθαψαν αὐτόν· καὶ μονόζωνοι Μωὰβ ἦλθον ἐν τῇ γῇ ἐλθόντος τοῦ ἐνιαυτοῦ.
21Καὶ ἐγένετο αὐτῶν θαπτόντων τὸν ἄνδρα, καὶ ἰδοὺ εἶδον τὸν μονόζωνον, καὶ ἔῤῥιψαν τὸν ἄνδρα ἐν τῷ τάφῳ Ἑλισαιέ· καὶ ἐπορεύθη καὶ ἥψατο τῶν ὀστέων Ἑλισαιὲ, καὶ ἔζησε καὶ ἀνέστη ἐπὶ τοὺς πόδας αὐτοῦ.
22Καὶ Ἀζαὴλ ἐξέθλιψε τὸν Ἰσραὴλ πάσας τὰς ἡμέρας Ἰωάχαζ.

Read ΒΑΣΙΛΕΙΩΝ Δ 13ΒΑΣΙΛΕΙΩΝ Δ 13
Compare ΒΑΣΙΛΕΙΩΝ Δ 13:4-22ΒΑΣΙΛΕΙΩΝ Δ 13:4-22