Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΒΑΣΙΛΕΙΩΝ Δ - ΒΑΣΙΛΕΙΩΝ Δ 12

ΒΑΣΙΛΕΙΩΝ Δ 12:9-13

Help us?
Click on verse(s) to share them!
9Καὶ συνεφώνησαν οἱ ἱερεῖς τοῦ μὴ λαβεῖν ἀργύριον παρὰ τοῦ λαοῦ, καὶ τοῦ μὴ ἐνισχῦσαι τὸ βεδὲκ τοῦ οἴκου.
10Καὶ ἔλαβεν Ἰωδαὲ ὁ ἱερεὺς κιβωτὸν μίαν, καὶ ἔτρησε τρώγλην ἐπὶ τῇς σανίδος αὐτῆς, καὶ ἔδωκεν αὐτὴν παρὰ ἁμμαζειβὶ ἐν τῷ οἴκῳ ἀδρος οἴκου Κυρίου· και ἔδωκας οἱ ἱερεῖς οἱ ἱεπεῖς φυλάσσοντες τὸν σταθμὸν πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου·
11Καὶ ἐγένετο ὡς εἶδον ὅτι πολὺ τὸ ἀργύριον ἐν τῇ κιβωτῷ, καὶ ἀνέβη ὁ γραμματεὺς τοῦ βασιλέως καὶ ὁ ἱερεὺς ὁ μέγας, καὶ ἔσθιγξαν καὶ ἠρίθμησαν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου.
12Καὶ ἔδωκαν τὸ ἀργύριον τὸ ἑτοιμασθὲν ἐπὶ χεῖρας ποιούντων τὰ ἔργα τῶν ἐπισκοπῶν οἴκου· Κυρίου, καὶ ἐξέδοσαν τοῖς τέκτοσι τῶν ξύλων, καὶ τοῖς οἱκοδόμοις τοῖς ποιοῦσιν ἐν οἴκῳ Κυρίου,
13καὶ τοῖς τειχισταῖς, καὶ τοῖς λατόμοις τῶν λίθων τοῦ κτήσασθαι ξύλα καὶ λίθους λατομητοὺς τοῦ κατασχεῖν τὸ βεδὲκ οἴκου Κυρίου, εἰς πάντα ὅσα ἐξωδιάσθη ἐπὶ τὸν οἶκον τοῦ κραταιῶσαι.

Read ΒΑΣΙΛΕΙΩΝ Δ 12ΒΑΣΙΛΕΙΩΝ Δ 12
Compare ΒΑΣΙΛΕΙΩΝ Δ 12:9-13ΒΑΣΙΛΕΙΩΝ Δ 12:9-13