Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΒΑΣΙΛΕΙΩΝ Δ - ΒΑΣΙΛΕΙΩΝ Δ 10

ΒΑΣΙΛΕΙΩΝ Δ 10:17-35

Help us?
Click on verse(s) to share them!
17Καὶ εἰσῆλθεν εἰς Σαμάρειαν· καὶ ἐπάταξε πάντας τοὺς καταλειφθέντας τοῦ Ἀχαὰβ ἐν Σαμαρείᾳ ἕως τοῦ ἀφανίσαι αὐτὸν κατὰ τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησε πρὸς Ἠλιού.
18Καὶ συνήθροισεν Ἰοὺ πάντα τὸν λαὸν, καὶ εἶπε πρὸς αὐτοὺς, Ἀχαὰβ ἐδούλευσε τῷ Βάαλ ὀλίγα, Ἰοὺ δουλεύσει αὐτῷ πολλά.
19Καὶ νῦν πάντες οἱ προφῆται τοῦ Βάαλ πάντας τοὺς δούλους αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ καλέσατε πρὸς μὲ, ἀνὴρ μὴ ἐπισκεπήτω, ὅτι θυσία μεγάλη μοι τῷ Βάαλ· πᾶς ὃς ἐὰν ἐπισκεπῇ, οὐ ζήσεται· καὶ Ἰοὺ ἐποίησεν ἐν πτερνισμῷ, ἵνʼ ἀπολέσῃ τοὺς δούλους τοῦ Βάαλ.
20Καὶ εἶπεν Ἰοὺ, ἁγιάσατε ἱερείαν τῷ Βάαλ· καὶ ἐκήρυξν.
21Καὶ ἀπέστειλεν Ἰοὺ ἐν παντὶ Ἰσραὴλ, λέγων, καὶ νῦν πάντες οἱ δοῦλοι, καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ, καὶ πάντες οἱ προθῆται αὐτοῦ, μηδεὶς ἀπολιπέσθω, ὅτι θυσίαν μεγάλην ποιῶ· ὃς ἂν ἀπολειφθῇ, οὐ ζήσεται· καὶ ἦλθον πάντες οἱ δοῦλοι τοῦ Βάαλ, καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ, καὶ πάντες οἱ προφῆται αὐτοῦ· οὐ κατελείφθη ἀνὴρ ὃς οὐ παρεγένετο· καὶ εἰσῆλθον εἰς τὸν οἶκον τοῦ Βάαλ· καὶ ἐπλήσθη ὁ οἶκος τοῦ Βάαλ στόμα εἰς στόμα.
22Καὶ εἶπε τῷ ἐπὶ τοῦ οἴκου μεσθάαλ, ἐξάγαγε ἔνδυμα πᾶσι τοῖς δούλοις τοῦ Βάαλ· καὶ ἐξήνεγκεν αὐτοῖς ὁ στολιστής.
23Καὶ εἰσῆλθεν Ἰοὺ καὶ Ἰωναδὰβ υἱὸς Ῥηχὰβ εἰς οἶκον τοῦ Βάαλ, καὶ εἶπε τοῖς δούλοις τοῦ Βάαλ, ἐρευνήσατε καὶ ἴδετε, εἰ ἔστι μεθʼ ὑμῶν τῶν δούλων Κυρίου, ὅτι ἀλλʼ ἢ οἱ δοῦλοι τοῦ Βάαλ μονώτατοι.
24Καὶ εἰσῆλθε τοῦ ποιῆσαι τὰ θύματα καὶ τὰ ὁλοκαυτώματα· καὶ Ἰοὺ ἔταξεν ἑαυτῷ ἔξω ὀγδοήκοντα ἄνδρας, καὶ εἶπεν, ἀνὴρ ὃς ἐὰν διασωθῇ ἀπὸ τῶν ἀνδρῶν ὧν ἐγὼ ἀνάγω ἐπὶ χεῖρα ὑμῶν, ἡ ψυχὴ αὐτοῦ ἀντὶ τῆς ψυχῆς αὐτοῦ.
25Καὶ ἐγένετο ὡς συνετέλεσε ποιῶν τὴν ὁλοκαύτωσιν, καὶ εἶπεν Ἰοὺ τοῖς παρατρέχουσιν καὶ τοῖς τριστάταις, εἰσελθόντες πατάξατε αὐτοὺς, μὴ ἐξελθάτω ἐξ αὐτῶν ἀνήρ· καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας, καὶ ἔῤῥιψαν οἱ παρατρέχοντες καὶ οἱ τριστάται, καὶ ἐπορεύθησαν ἕως πόλεως οἴκου τοῦ Βάαλ.
26Καὶ ἐξήνεγκαν τὴν στήλην τοῦ Βάαλ, καὶ ἐνέπρησαν αὐτήν.
27Καὶ κατέσπασαν τὰς στήλας τοῦ Βάαλ, καὶ ἔπαξαν αὐτὸν εἰς λυτρῶνας ἕως τῆς ἡμέρας ταύτης.
28Καὶ ἠφάνισεν Ἰοὺ τὸν Βάαλ ἐξ Ἰσραήλ.
29Πλὴν ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ, οὐκ ἀπέστη Ἰοὺ ἀπὸ ὄπισθεν αὐτῶν· αἱ δαμάλεις αἱ χρυσαῖ ἐν Βαιθὴλ, καὶ ἐν Δάν.
30Καὶ εἶπε Κύριος πρὸς Ἰοὺ, ἀνθʼ ὧν ὅσα ἠγάθυνας ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς μου κατὰ πάντα ὅσα ἐν τῇ καρδίᾳ μου ἐποίησας τῷ οἴκῳ Ἀχαὰβ, υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου Ἰσραήλ.
31Καὶ Ἰοὺ οὐκ ἐφύλαξε πορεύεσθαι ἐν νόμῳ Κυρίου θεοῦ Ἰσραὴλ ἐν ὅλῃ καρδίᾳ αὐτοῦ· οὐκ ἀπέστη ἑπάνωθεν ἁμαρτιῶν Ἰεροβοὰμ ὃς ἐξήμαρτε τὸν Ἰσραήλ.
32Ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο Κύριος συγκόπτειν ἐν τῷ Ἰσραήλ· καὶ ἐπάταξεν αὐτοὺς Ἀζαὴλ ἐν παντὶ ὁρίῳ Ἰσραὴλ,
33ἀπὸ τοῦ Ἰορδάνου κατʼ ἀνατολὰς ἡλίου πᾶσαν τὴν Γαλαάδ τοῦ Γαδδὶ, καὶ τοῦ Ῥουβὴν, καὶ τοῦ Μανασσῆ, ἀπὸ Ἀροὴρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάῤῥου Ἀρνὼν, καὶ τὴν Γαλαὰδ καὶ τὴν Βασάν.
34Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰοὺ καὶ πάντα ὅσα ἐποίησε, καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ, καὶ τὰς συνάψεις ἃς συνῆψεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;
35Καὶ ἐκοιμήθη Ἰοὺ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν Σαμαρείᾳ· καὶ ἐβασίλευσεν Ἰωάχαζ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

Read ΒΑΣΙΛΕΙΩΝ Δ 10ΒΑΣΙΛΕΙΩΝ Δ 10
Compare ΒΑΣΙΛΕΙΩΝ Δ 10:17-35ΒΑΣΙΛΕΙΩΝ Δ 10:17-35