Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΒΑΣΙΛΕΙΩΝ Γ - ΒΑΣΙΛΕΙΩΝ Γ 8

ΒΑΣΙΛΕΙΩΝ Γ 8:40-60

Help us?
Click on verse(s) to share them!
40ὅπως φοβῶνταί σε πάσας τὰς ἡμέρας ὅσας αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς, ἧς ἔδωκας τοῖς πατράσιν ἡμῶν.
41Καὶ τῷ ἀλλοτρίῳ ὃς οὐκ ἔστιν ἀπὸ λαοῦ σοῦ οὗτος,
42καὶ ἥξουσι καὶ προσεύξονται εἰς τὸν τόπον τοῦτον,
43καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου, καὶ ποιήσεις κατὰ πάντα ὅσα ἂν ἐπικαλέσηταί σε ὁ ἀλλότριος, ὅπως γνῶσι πάντες οἱ λαοὶ τὸ ὄνομά σου, καὶ φοβῶνταί σε, καθὼς ὁ λαός σου Ἰσραὴλ, καὶ γνῶσιν ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὸν οἶκον τοῦτον ὃν ᾠκοδόμησα.
44Ὅτι ἐξελεύσεται ὁ λαός σου εἰς πόλεμον ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ ἐν ὁδῷ ᾗ ἐπιστρέψεις αὐτοὺς, καὶ προσεύξονται ἐν ὀνόματι Κυρίου ὁδὸν τῆς πόλεως ἧς ἑξελέξω ἐν αὐτῇ, καὶ τοῦ οἴκου οὗ ᾠκοδόμησα τῷ ὀνόματί σου,
45καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ τῆς δεήσεως αὐτῶν, καὶ τῆς προσευχῆς αὐτῶν, καὶ ποιήσεις τὸ δικαίωμα αὐτοῖς.
46Ὅτι ἁμαρτήσονταί σοι, ὅτι οὐκ ἔστιν ἄνθρωπος ὃς οὐχ ἁμαρτήσεται, καὶ ἐπάξεις αὐτοὺς καὶ παραδώσεις αὐτοὺς ἐνώπιον ἐχθρῶν, καὶ αἰχμαλωτιοῦσιν οἱ αἰχμαλωτίζοντες εἰς γῆν μακρὰν ἢ ἐγγὺς,
47καὶ ἐπιστρέψουσι καρδίας αὐτῶν ἐν τῇ γῇ οὗ μετήχθησαν ἐκεῖ, καὶ ἐπιστρέψωσιν ἐν γῇ μετοικίας αὐτῶν, καὶ δεηθῶσί σου, λέγοντες, ἡμάρτομεν, ἠδικήσαμεν, ἠνομήσαμεν,
48καὶ ἐπιστρέψωσι πρὸς σὲ ἐν ὅλῃ καρδίᾳ αὐτῶν καὶ ἐν ὅλῃ ψυχῇ αὐτῶν ἐν τῇ γῇ ἐχθρῶν αὐτῶν οὗ μετήγαγες αὐτοὺς, καὶ προσεύξονται πρὸς σὲ ὁδὸν γῆς αὐτῶν ἧς ἔδωκας τοῖς πατράσιν αὐτῶν, καὶ τῆς πόλεως ἧς ἐξελέξω, καὶ τοῦ οἴκου οὗ ᾠκοδόμηκα τῷ ὀνόματί σου,
49καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου,
50καὶ ἵλεως ἔσῃ ταῖς ἀδικίας αὐτῶν αἷς ἥμαρτόν σοι, καὶ κατὰ πάντα τὰ ἀθετήματα αὐτῶν ἃ ἠθέτησάν σοι, καὶ δώσεις αὐτοὺς εἰς οἰκτιρμοὺς ἐνώπιον αἰχμαλωτευόντων αὐτοὺς, καὶ οἰκτειρήσουσιν εἰς αὐτοὺς,
51ὅτι λαός σου καὶ κληρονομία σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐκ μέσου χωνευτηρίου σιδήρου.
52Καὶ ἔστωσαν οἱ ὀφθαλμοί σου καὶ τὰ ὦτά σου ἠνεῳγμένα εἰς τὴν δέησιν τοῦ δούλου σου, καὶ εἰς τὴν δέησιν τοῦ λαοῦ σου Ἰσραὴλ, εἰσακούειν αὐτῶν ἐν πᾶσιν οἷς ἂν ἐπικαλέσωνταί σε.
53Ὅτι σὺ διέστειλας αὐτοὺς σεαυτῷ εἰς κληρονομίαν ἐκ πάντων τῶν λαῶν τῆς γῆς, καθὼς ἐλάλησας ἐν χειρὶ δούλου σου Μωυσῆ, ἐν τῷ ἐξαγαγεῖν σε τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου, Κύριε Κύριε.
53aΤότε ἐλάλησε Σαλωμὼν ὑπὲρ τοῦ οἴκου, ὡς συνετέλεσε τοῦ οἰκοδομῆσαι αὐτὸν, Ἥλιον ἐγνώρισεν ἐν οὐρανῷ· Κύριος εἶπε τοῦ κατοικεῖν ἐν γνόφῳ· οἰκοδόμησον οἶκόν μου, οἶκον εὐπρεπῆ σεαυτῷ τοῦ κατοικεῖν ἐπὶ καινότητος· οὐκ ἰδοὺ αὕτη γέγραπται ἐν βιβλίῳ τῆς ᾠδῆς;
54Καὶ ἐγένετο ὡς συνετέλεσε Σαλωμὼν προσευχόμενος πρὸς Κύριον ὅλην τὴν προσευχὴν καὶ τὴν δέησιν ταύτην, καὶ ἀνέστη ἀπὸ προσώπου τοῦ θυσιαστηρίου Κυρίου ὀκλακὼς ἐπὶ τὰ γόνατα αὐτοῦ, καὶ αἱ χεῖρες αὐτοῦ διαπεπετασμέναι εἰς τὸν οὐρανόν.
55Καὶ ἔστη, καὶ εὐλόγησε πᾶσαν ἐκκλησίαν Ἰσραὴλ φωνῇ μεγάλῃ, λέγων,
56εὐλογητὸς Κύριος σήμερον ὃς ἔδωκε κατάπαυσιν τῷ λαῷ αὐτοῦ Ἰσραὴλ, κατὰ πάντα ὅσα ἐλάλησεν· οὐ διεφώνησε λόγος εἷς ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ τοῖς ἀγαθοῖς οἷς ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Μωυσῆ.
57Γένοιτο Κύριος ὁ Θεὸς ἡμῶν μεθʼ ἡμῶν, καθὼς ἦν μετὰ τῶν πατέρων ἡμῶν· μὴ ἐγκαταλοίποιτο ἡμᾶς μηδὲ ἀποστρέψοιτο ἡμᾶς,
58Γένοιτο Κύριος ὁ Θεὸς ἡμῶν μεθʼ ἡμῶν, καθὼς ἦν μετὰ τῶν πατέρων ἡμῶν· μὴ ἐγκαταλοίποιτο ἡμᾶς μηδὲ ἀποστρέψοιτο ἡμᾶς, ἐπικλῖναι καρδίας ἡμῶν ἐπʼ αὐτὸν τοῦ πορεύεσθαι ἐν πάσαις ὁδοῖς αὐτοῦ, καὶ φυλάσσειν πάσας ἐντολὰς αὐτοῦ, καὶ τὰ προστάγματα αὐτοῦ, ἃ ἐνετείλατο τοῖς πατράσιν ἡμῶν.
59Καὶ ἔστωσαν οἱ λόγοι οὗτοι ὡς δεδέημαι ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν, ἐγγίζοντες πρὸς Κύριον Θεὸν ἡμῶν ἡμέρας καὶ νυκτὸς, τοῦ ποιεῖν τὸ δικαίωμα τοῦ δοῦλου σου, καὶ τὸ δικαίωμα λαοῦ Ἰσραὴλ ῥῆμα ἡμέρας ἐν ἡμέρᾳ ἐνιαυτοῦ·
60ὅπως γνῶσι πάντες οἱ λαοὶ τῆς γῆς, ὅτι Κύριος ὁ Θεὸς, αὐτὸς Θεὸς, καὶ οὐκ ἔστιν ἔτι.

Read ΒΑΣΙΛΕΙΩΝ Γ 8ΒΑΣΙΛΕΙΩΝ Γ 8
Compare ΒΑΣΙΛΕΙΩΝ Γ 8:40-60ΒΑΣΙΛΕΙΩΝ Γ 8:40-60