Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΒΑΣΙΛΕΙΩΝ Γ - ΒΑΣΙΛΕΙΩΝ Γ 3

ΒΑΣΙΛΕΙΩΝ Γ 3:11-24

Help us?
Click on verse(s) to share them!
11Καὶ εἶπε Κύριος πρὸς αὐτὸν, ἀνθʼ ὧν ᾐτήσω παρʼ ἐμοῦ τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ᾐτήσω σεαυτῷ ἡμέρας πολλὰς, καὶ οὐκ ᾐτήσω πλοῦτον, οὐδὲ ᾐτήσω ψυχὰς ἐχθρῶν σου, ἀλλʼ ᾐτήσω σεαυτῷ τοῦ συνιεῖν τοῦ εἰσακούειν κρίμα,
12ἰδοὺ πεποίηκα κατὰ τὸ ῥῆμά σου· ἰδοὺ δέδωκά σοι καρδίαν φρονίμην καὶ σοφήν· ὡς σὺ οὐ γέγονεν ἔμπροσθέν σου, καὶ μετὰ σὲ οὐκ ἀναστήσεται ὅμοιός σοι.
13Καὶ ἃ οὐκ ᾐτήσω δέδωκά σοι, καὶ πλοῦτον καὶ δόξαν, ὡς οὐ γέγονεν ἀνὴρ ὅμοιός σοι ἐν βασιλεῦσι.
14Καὶ ἐὰν πορευθῇς ἐν τῇ ὁδῷ μου φυλάσσειν τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ὡς ἐπορεύθη Δαυὶδ ὁ πατήρ σου, καὶ πληθυνῶ τὰς ἡμέρας σου.
15Καὶ ἐξυπνίσθη Σαλωμὼν, καὶ ἰδοὺ ἐνύπνιον· καὶ ἀνέστη καὶ παραγίνεται εἰς Ἱερουσαλήμ, καὶ ἔστη κατὰ πρόσωπον τοῦ θυσιαστηρίου τοῦ κατὰ πρόσωπον κιβωτοῦ διαθήκης Κυρίου ἐν Σιὼν, καὶ ἀνήγαγεν ὁλοκαυτώσεις, καὶ ἐποίησεν εἰρηνικὰς, καὶ ἐποίησε πότον μέγαν ἑαυτῷ καὶ πᾶσι τοῖς παισὶν αὐτοῦ.
16Τότε ὤφθησαν δύο γυναῖκες πόρναι τῷ βασιλεῖ, καὶ ἔστησαν ἐνώπιον αὐτοῦ.
17Καὶ εἶπεν ἡ γυνὴ ἡ μία, ἐν ἐμοὶ κύριε, ἐγὼ καὶ ἡ γυνὴ αὕτη ᾠκοῦμεν ἐν οἴκῳ ἑνί, καὶ ἐτέκομεν ἐν τῷ οἴκῳ.
18Καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ τεκούσης μου, ἔτεκε καὶ ἡ γυνὴ αὕτη· καὶ ἡμεῖς κατὰ τὸ αὐτό· καὶ οὐκ ἔστιν οὐθεὶς μεθʼ ἡμῶν πάρεξ ἀμφοτέρων ἡμῶν ἐν τῷ οἴκῳ.
19Καὶ ἀπέθανεν ὁ υἱὸς τῆς γυναικὸς ταύτης τὴν νύκτα, ὡς ἐπεκοιμήθη ἐπʼ αὐτόν.
20Καὶ ἀνέστη μέσης τῆς νυκτὸς, καὶ ἔλαβε τὸν υἱόν μου ἐκ τῶν ἀγκαλῶν μου, καὶ ἐκοίμισεν αὐτὸν ἐν τῷ κόλπῳ αὐτῆς, καὶ τὸν υἱὸν αὐτῆς τὸν τεθνηκότα ἐκοίμισεν ἐν τῷ κόλπῳ μου.
21Καὶ ἀνέστην τοπρωῒ θηλάσαι τὸν υἱόν μου, καὶ ἐκεῖνος ἦν τεθνηκώς· καὶ ἰδοὺ κατενόησα αὐτὸν πρωῒ, καὶ ἰδοὺ οὐκ ἦν ὁ υἱός μου ὃν ἔτεκον.
22Καὶ εἶπεν ἡ γυνὴ ἡ ἑτέρα, οὐχί, ἀλλὰ ὁ υἱός μου ὁ ζῶν, ὁ δὲ υἱός σου ὁ τεθνηκώς· καὶ ἐλάλησαν ἐνώπιον τοῦ βασιλέως.
23Καὶ εἶπεν ὁ βασιλεὺς αὐταῖς, σὺ λέγεις, οὗτος ὁ υἱός μου ὁ ζῶν, καὶ ὁ υἱὸς ταύτης ὁ τεθνηκώς· καὶ σὺ λέγεις, οὐχί, ἀλλὰ ὁ υἱός μου ὁ ζῶν, καὶ ὁ υἱός σου ὁ τεθνηκώς.
24Καὶ εἶπεν ὁ βασιλεύς, λάβετε μάχαιραν· καὶ προσήνεγκαν τὴν μάχαιραν ἐνώπιον τοῦ βασιλέως.

Read ΒΑΣΙΛΕΙΩΝ Γ 3ΒΑΣΙΛΕΙΩΝ Γ 3
Compare ΒΑΣΙΛΕΙΩΝ Γ 3:11-24ΒΑΣΙΛΕΙΩΝ Γ 3:11-24