Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΒΑΣΙΛΕΙΩΝ Γ - ΒΑΣΙΛΕΙΩΝ Γ 20

ΒΑΣΙΛΕΙΩΝ Γ 20:6-15

Help us?
Click on verse(s) to share them!
6Καὶ εἶπε πρὸς αὐτὴν, ὅτι ἐλάλησα πρὸς Ναβουθαὶ τὸν Ἰεζραηλίτην, λέγων, δός μοι τὸν ἀμπελῶνά σου ἀργυρίου· εἰ δὲ βούλῃ, δώσω σοι ἀμπελῶνα ἄλλον ἀντʼ αὐτοῦ· καὶ εἶπεν οὐ δώσω σοι κληρονομίαν πατέρων μου.
7Καὶ εἶπε πρὸς αὐτὸν Ἰεζάβελ ἡ γυνὴ αὐτοῦ, σὺ νῦν οὕτω ποιεῖς βασιλέα ἐπὶ Ἰσραήλ; ἀνάστηθι καὶ φάγε ἄρτον καὶ σαυτοῦ γενοῦ, ἐγὼ δὲ δώσω σοι τὸν ἀμπελῶνα Ναβουθαὶ τοῦ Ἰεζραηλίτου.
8Καὶ ἔγραψε βιβλίον ἐπὶ τῷ ὀνόματι Ἀχαὰβ, καὶ ἐσφραγίσατο τῇ σφραγίδι αὐτοῦ· καὶ ἀπέστειλε τὸ βιβλίον πρὸς τοὺς πρεσβυτέρους καὶ τοὺς ἐλευθέρους τοὺς κατοικοῦντας μετὰ Ναβουθαί.
9Καὶ ἐγέγραπτο ἐν τοῖς βιβλίοις, λέγων, νηστεύσατε νηστείαν, καὶ καθίσατε τὸν Ναβουθαὶ ἐν ἀρχῇ τοῦ λαοῦ·
10Καὶ ἐγκαθίσατε δύο ἄνδρας υἱοὺς παρανόμων ἐξεναντίας αὐτοῦ, καὶ καταμαρτυρησάτωσαν αὐτοῦ, λέγοντες, εὐλόγησε Θεὸν καὶ βασιλέα· καὶ ἐξαγαγέτωσαν αὐτὸν, καὶ λιθοβολησάτωσαν αὐτὸν, καὶ ἀποθανέτω.
11Καὶ ἐποίησαν οἱ ἄνδρες τῆς πόλεως αὐτοῦ οἱ πρεσβύτεροι καὶ οἱ ἐλεύθεροι οἱ κατοικοῦντες ἐν τῇ πόλει αὐτοῦ, καθὼς ἀπέστειλε πρὸς αὐτοὺς Ἰεζάβελ, καὶ καθὰ ἐγέγραπτο ἐν τοῖς βιβλίοις οἷς ἀπέστειλε πρὸς αὐτούς.
12Καὶ ἐκάλεσαν νηστείαν, καὶ ἐκάθισαν τὸν Ναβουθαὶ ἐν ἀρχῇ τοῦ λαοῦ.
13Καὶ εἰσῆλθον δύο ἄνδρες υἱοὶ παρανόμων, καὶ ἐκάθισαν ἐξεναντίας αὐτοῦ, καὶ κατεμαρτύρησαν αὐτοῦ, λέγοντες, εὐλόγηκας Θεὸν καὶ βασιλέα· καὶ ἐξήγαγον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις, καὶ ἀπέθανε.
14Καὶ ἀπέστειλαν πρὸς Ἰεζάβελ, λέγοντες, λελιθοβόληται Ναβουθαὶ, καὶ τέθνηκε.
15Καὶ ἐγένετο ὡς ἤκουσεν Ἰεζάβελ, καὶ εἶπε πρὸς Ἀχαὰβ, ἀνάστα, κληρονόμει τὸν ἀμπελῶνα Ναβουθαὶ τοῦ Ἰεζραηλίτου, ὃς οὐκ ἔδωκέ σοι ἀργυρίου, ὅτι οὐκ ἔστι Ναβουθαὶ ζῶν, ὅτι τέθνηκε.

Read ΒΑΣΙΛΕΙΩΝ Γ 20ΒΑΣΙΛΕΙΩΝ Γ 20
Compare ΒΑΣΙΛΕΙΩΝ Γ 20:6-15ΒΑΣΙΛΕΙΩΝ Γ 20:6-15