Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΑΡΙΘΜΟΙ - ΑΡΙΘΜΟΙ 24

ΑΡΙΘΜΟΙ 24:5-17

Help us?
Click on verse(s) to share them!
5Ὡς καλοὶ οἱ οἶκοί σου Ἰακὼβ, αἱ σκηναί σου Ἰσραήλ·
6Ὡσεὶ νάπαι σκιάζουσαι, καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμῷ, καὶ ὡσεὶ, σκηναὶ, ἃς ἔπηξε Κύριος, καί ὡσεὶ κέδροι παρʼ ὕδατα.
7Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν· καὶ ὑψωθήσεται ἡ Γὼγ βασιλεία, καὶ αὐξηθήσεται βασιλεία αὐτοῦ.
8Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου· ὡς δόξα μονοκέρωτος αὐτῷ· ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ, καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ, καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν.
9Κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων, καὶ ὡς σκύμνος· τίς ἀναστήσει αὐτόν· οἱ εὐλογοῦντές σε, εὐλόγηνται· καὶ οἱ καταρώμενοί σε, κεκατήρανται.
10Καὶ ἐθυμώθη Βαλὰκ ἐπὶ Βαλαὰμ, καὶ συνεκρότησε ταῖς χερσὶν αὐτοῦ, καὶ εἶπε Βαλὰκ πρὸς Βαλαὰμ, καταρᾶσθαι τὸν ἐχθρόν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλογῶν εὐλόγησας τρίτον τοῦτο.
11Νῦν οὖν φεῦγε εἰς τὸν τόπον σου· εἶπα, τιμήσω σε, καὶ νῦν ἐστέρησέ σε Κύριος τῆς δόξης.
12Καὶ εἶπε Βαλαὰμ πρὸς Βαλὰκ, οὐχὶ καὶ τοῖς ἀγγέλοις σου οὓς ἀπέστειλας πρὸς με ἐλάλησα, λέγων,
13ἐάν μοι δῷ Βαλὰκ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα Κυρίου ποιῆσαι αὐτὸ καλὸν ἤ πονηρὸν παρʼ ἐμαυτοῦ· ὅσα ἂν εἴπῃ ὁ Θεός, ταῦτα ἐρῶ.
14Καὶ νῦν ἰδοὺ ἀποτρέχω εἰς τὸν τόπον μου· δεῦρο, συμβουλεύσω σοι, τί ποιήσει ὁ λαὸς οὗτος τὸν λαόν σου ἐπʼ ἐσχάτου τῶν ἡμερῶν.
15Καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ, εἶπε,
16Φησὶ Βαλαὰμ υἱὸς Βεὼρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, ἀκούων λόγια Θεοῦ, ἐπιστάμενος ἐπιστήμην παρὰ ὑψίστου, καὶ ὅρασιν Θεοῦ ἰδὼν ἐν ὕπνῳ· ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ.
17Δείξω αὐτῷ, καὶ οὐχὶ νῦν· μακαρίζω, καὶ οὐκ ἐγγίζει· ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ· καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωὰβ, καῒ προνομεύσει πάντας υἱοὺς Σήθ.

Read ΑΡΙΘΜΟΙ 24ΑΡΙΘΜΟΙ 24
Compare ΑΡΙΘΜΟΙ 24:5-17ΑΡΙΘΜΟΙ 24:5-17