Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΑΡΙΘΜΟΙ - ΑΡΙΘΜΟΙ 22

ΑΡΙΘΜΟΙ 22:19-37

Help us?
Click on verse(s) to share them!
19Καὶ νῦν ὑπομείνατε αὐτοῦ καὶ ὑμεῖς τὴν νύκτα ταύτην, καὶ γνώσομαι τί προσθήσει Κύριος λαλῆσαι πρὸς μέ.
20Καὶ ἦλθεν ὁ Θεὸς πρὸς Βαλαὰμ νυκτὸς, καὶ εἶπεν αὐτῷ, εἰ καλέσαι σε πάρεισιν οἱ ἄνθρωποι οὗτοι, ἀναστὰς ἀκολούθησον αὐτοῖς· ἀλλὰ τὸ ῥῆμα ὃ ἐὰν λαλήσω πρὸς σὲ, τοῦτο ποιήσεις.
21Καὶ ἀναστὰς Βαλαὰμ τοπρωῒ, ἐπέσαξε τὴν ὄνον αὐτοῦ, καὶ ἐπορεύθη μετὰ τῶν ἀρχόντων Μωάβ.
22Καὶ ὠργίσθη θυμῷ ὁ Θεὸς ὅτι ἐπορεύθη αὐτός· καὶ ἀνέστη ὁ ἄγγελος τοῦ Θεοῦ διαβαλεῖν αὐτόν· καὶ αὐτὸς ἐπιβεβήκει ἐπὶ τῆς ὄνου αὐτοῦ, καὶ οἱ δύο παῖδες αὐτοῦ μετʼ αὐτοῦ.
23Καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ Θεοῦ ἀνθεστηκότα ἐν τῇ ὁδῷ, καὶ τὴν ῥομφαίαν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐξέκλινεν ἡ ὄνος ἐκ τῆς ὁδοῦ, καὶ ἐπορεύετο εἰς τὸ πεδίον· καὶ ἐπάταξε τὴν ὄνον ἐν τῇ ῥάβδῳ αὐτοῦ τοῦ εὐθῦναι αὐτὴν ἐν τῇ ὁδῷ.
24Καὶ ἔστη ὁ ἄγγελος τοῦ Θεοῦ ἐν ταῖς αὔλαξι τῶν ἀμπέλων, φραγμὸς ἐντεῦθεν καὶ φραγμὸς ἐντεῦθεν·
25Καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ Θεοῦ, προσέθλιψεν ἑαυτὴν πρὸς τὸν τοῖχον, καὶ ἀπέθλιψεν τὸν πόδα Βαλαὰμ πρὸς τὸν τοῖχον· καὶ προσέθετο ἔτι μαστίξαι αὐτήν.
26Καὶ προσέθετο ὁ ἄγγελος τοῦ Θεοῦ, καὶ ἀπελθὼν ὑπέστη ἐν τόπῳ στενῷ, εἰς ὃν οὐκ ἦν ἐκκλῖναι δεξιὰν ἢ ἀριστεράν.
27Καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ Θεοῦ, συνεκάθισεν ὑποκάτω Βαλαάμ· καὶ ἐθυμώθη Βαλαὰμ, καὶ ἔτυπτε τὴν ὄνον τῇ ῥάβδῳ.
28Καὶ ἤνοιξεν ὁ Θεὸς τὸ στόμα τῆς ὄνου, καὶ λέγει τῷ Βαλαὰμ, τί ἐποίησά σοι, ὅτι πέπαικάς με τρίτον τοῦτο;
29Καὶ εἶπε Βαλαὰμ τῇ ὄνῳ, ὅτι ἐμπέπαιχάς μοι, καὶ εἰ εἶχον μάχαιραν ἐν τῇ χειρὶ ἤδη ἂν ἐξεκέντησά σε.
30Καὶ λέγει ἡ ὄνος τῷ Βαλαὰμ, οὐκ ἐγὼ ἡ ὄνος σου ἐφʼ ἧς ἐπέβαινες ἀπὸ νεότητός σου, ἕως τῆς σήμερον ἡμέρας; μὴ ὑπεροράσει ὑπεριδούσα ἐποίησά σοι οὕτως; ὁ δὲ εἶπεν, οὐχί.
31Ἀπεκάλυψε δὲ ὁ Θεὸς τοὺς ὀφθαλμοὺς Βαλαὰμ, καὶ ὁρᾷ τὸν ἄγγελον Κυρίου ἀνθεστηκότα ἐν τῇ ὁδῷ, καὶ τὴν μάχαιραν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ, καὶ κύψας προσεκύνησε τῷ προσώπῳ αὐτοῦ.
32Καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος τοῦ Θεοῦ, διατί ἐπάταξας τὴν ὄνον σου τοῦτο τρίτον; καὶ ἰδοὺ ἐγὼ ἐξῆλθον εἰς διαβολήν σου, ὅτι οὐκ ἀστεία ἡ ὁδός σου ἐναντίον μου, καὶ ἰδοῦσά με ἡ ὄνος, ἐξέκλινεν ἀπʼ ἐμοῦ τρίτον τοῦτο.
33Καὶ εἰ μὴ ἐξέκλινεν, νῦν οὖν σὲ μὲν ἀπέκτεινα, ἐκείνην δʼ ἂν περιεποιησάμην.
34Καὶ εἶπε Βαλαὰμ τῷ ἀγγέλῳ Κυρίου, ἡμάρτηκα, οὐ γὰρ ἠπιστάμην ὅτι σύ μοι ἀνθέστηκας ἐν τῇ ὁδῷ εἰς συνάντησιν· καὶ νῦν εἰ μή σοι ἀρκέσει, ἀποστραφήσομαι.
35Καὶ εἶπεν ὁ ἄγγελος τοῦ Θεοῦ πρὸς Βαλαὰμ, συμπορεύθητι μετὰ τῶν ἀνθρώπων· πλὴν τὸ ῥῆμα ὃ ἐὰν εἴπω πρὸς σὲ, τοῦτο φυλάξῃ λαλῆσαι. Καὶ ἐπορεύθη Βαλαὰμ μετὰ τῶν ἀρχόντων Βαλάκ.
36Καὶ ἀκούσας Βαλὰκ ὅτι ἥκει Βαλαὰμ, ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ, εἰς πόλιν Μωάβ, ἥ ἐστιν ἐπὶ τῶν ὁρίων Ἀρνῶν, ἥ ἐστιν ἐκ μέρους τῶν ὁρίων.
37Καὶ εἶπε Βαλὰκ πρὸς Βαλαὰμ, οὐχὶ ἀπέστειλα πρὸς σὲ καλέσαι σε; διατί οὐκ ἤρχου πρὸς μέ; ὄντως οὐ δυνήσομαι τιμῆσαί σε;

Read ΑΡΙΘΜΟΙ 22ΑΡΙΘΜΟΙ 22
Compare ΑΡΙΘΜΟΙ 22:19-37ΑΡΙΘΜΟΙ 22:19-37